Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(2) ἐὰν δὲ τὰ μὲν τῆς πόλεως χαρίζησθε τοῖς νοσφιζομένοις ὡς περιουσιάζοντες, τὰ δὲ τῶν δεδανεικότων ἀποστερῆτε διὰ τοὺς δημαγωγοὺς ὡς ἀπορούμενοι, πρῶτον μέν, ὃ καὶ μεῖζόν ἐστιν, ἀδικήσετε μηδενὸς ὑμῖν ἀδικεῖν ἐπιτρέψοντος, ἔπειτα πολλῷ δικαιότερόν ἐστιν ἃ παρίησιν ὁ δεδανεικὼς ὑμῶν ἔχειν οὐ δυναμένων διὰ τοὺς ἀφαιρουμένους, κομίσασθαι τὸν δεδανεικότα, ἢ Φαλάριδος ἐπ’ ὀνόματι δωρεᾶς χρεωκοπηθέντος Περίανδρον ἀδεῶς κεκερδακέναι τὰ τοῦ παρεικότος. ὥσθ’ ὑμῖν πάρεστιν ἢ σὺν τῷ σῶσαι τὰ σφέτερα κυρίαν ἔχειν καὶ τὴν ἀπ’ ἐμοῦ χάριν, ἢ μετὰ τῆς τῶν ἰδίων χρημάτων ἀπωλείας πραχθῆναι καὶ τὰ παρειμένα.

Τῆς ἐν Καμαρίνῃ πολιτείας κατ’ ἐμοῦ, μὴ

πεπεισμένων Καμαριναίων μέγαν ὑπὲρ μικρᾶς αἰτίας ἐπάρασθαι πόλεμον, νῦν μὲν ἴσως παραμυθίαν ἔχεις τὸ κατ’ ἐμοῦ στρατιὰν ἀγείρειν· ὅταν δὲ τὸ κοῦφον ἐπιλίπῃ σε τῆς τεθείσης ἐλπίδος, τότε κατὰ τὴν ἀξίαν οὐχ ὧν δέδρακας ἀλλ’ ὧν πέπονθας ἀνιάσῃ. καίτοι τί σοι ὄφελος εἰς παραμυθίαν; εἰ μὲν γὰρ ἐμελλήσαμεν δεῖσαι ὥσπερ ἐκπέπληξαι σύ, τάχ’ ἄν τινος εἴχου λόγου διὰ τὸν ἐμὸν φόβον· νῦν δ’ εἰς τἄλλα μὲν οὐδ’ ὅσον ἡμᾶς ἐλύπησας, σὲ δὲ τῷ μηδ’ ἐναρμόσαι σεαυτὸν τῷ παρ’ ἡμῖν ἀπολέσθαι βασανιστηρίῳ. οὐδεμιᾶς γάρ σοι δεῖ τελευτῆς ἐπὶ τοιαύταις κολαζομένῳ συμφοραῖς ἀλλὰ καὶ τῆς κατὰ φύσιν ζωῆς, εἰ οἷόν τε, μακροτέρου βίου.