Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τῶν μὲν ἐπὶ Κλεαρίστῃ μελῶν πολλή σοι καὶ μεγάλη χάρις ἀποκείσεται. καὶ γὰρ ἐπέδωκας σαυτὸν εἰς ἃ παρεκάλουν, καὶ ταῖς κατὰ μέρος οἰκονομίαις ὑπερφυῶς συνηνέχθης, καὶ τὸ σχῆμα τῆς γραφῆς θαυμαστῶς ηὐδοκίμησεν, οὐ παρ’ ἐμοὶ μόνον (ἐγὼ μὲν γὰρ ἐπὶ πᾶσιν ὁμοίως ἄγαμαι τοῖς Στησιχόρου) ἀλλὰ καὶ τοῖς συνακούσασιν Ἀκραγαντίνοις πολλοῖς γενομένοις. εἴσονται δὲ οὐχ οἱ τὸ παρὸν ἀκηκοότες, οὐδ’ ὅσοι νῦν εἰσίν, ἀλλ᾽ ὅσους ὁ μεθ᾽ ὑμᾶς οἴσει βίος. ἡ μὲν οὖν  εἰσίν, ἀλλ’ ὅσους ὁ μεθ’ ἡμᾶς οἴσει βίος. ἡ μὲν οὖν ὑπλρ ταύτης σου τῆς ποιήσεως χάρις, ὡς ἔφην, ὄφει

ὑπ’ ἐμοῦ, κεχάρισαι δὲ διὰ τῆς ἐμῆς ἀξιώσεως τοῖς τε νῦν οὖσι καὶ τοῖς ἐσομένοις ἀνθρώποις καὶ ταύτην τὴν μελῳδίαν. περὶ δ’ ἐμοῦ καὶ τῶν ἐμῶν (τοιοῦτο γάρ τι διὰ τῆς ἐπιστολῆς ἐδήλους) πρὸς ἑταιρείου Διὸς καὶ κοινῆς ἑστίας μηδὲ ἓν ἐν ποιήσει, μήθ’ ὡς κακὸς ἐγενόμην μήθ’ ὡς ἀγαθός, ἐπιμνησθῇς· ἐκμελὲς γάρ ἐστί μου τοὔνομα διὰ τὰς τύχας. γεγράφθω δὲ Φάλαρις ἐν αὐτῷ Στησιχόρῳ, εἴτε βελτίων τῆς κατεχούσης ἐν ἀνθρώποις δόξης, εἴτε καὶ τοὐναντίον ὑπείληπται.

Τὴν μὲν φιλοφροσύνην ὑμῶν ἀσμένως ἀποδέχομαι τοσαύτῃ σπουδῇ βουλομένων ὀνομάσαι Φάλαριν, παραιτοῦνται δὲ αἱ τύχαι, κἂν ἡμεῖς συνηγορῶμεν· εὑρήσετε γὰρ ἀνεπίληπτον καὶ ἀκατηγόρητον ἐκ τοῦ γένους ὄνομα αὐτῷ γεγενημένον. ἐγὼ δὲ πολλὰ καὶ μεγάλα διὰ πικρᾶς εἱμαρμένης ἀνάγκην ἀκουσίως πραχθέντα μοι κατέγνωσμαι, καὶ τοὐμὸν ὄνομα δι’ οὐδὲν ἕτερόν ἐστιν ἐκμελὲς ἢ ὅτι νόμοις οὐ πείθομαι, νόμος δέ εἰμι τοῖς ὑπηκόοις. ἣν δέ μοι χάριτος ἀμοιβὴν προσφέρεσθε Φάλαριν ὀνομάζουσαι, ταύτην εὐεργεσίαν ποιήσασθε, μὴ τοῦτο τιθέναι τὸ ὄνομα.