Epistulae
Phalaridis Epistulae
Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Εἰ τὸ μὴ βουληθῆναί ποτε Πυθαγόραν τὸν φιλόσοφον ἀφικέσθαι πρός με πολλάκις ὑπ’ ἐμοῦ καλούμενον διαβολὴν ἔφερέ μοι, καθὼς ἐγκωμιάζων αὐτὸν ἔλεγες ἐπὶ τῷ φεύγειν αὐτὸν τὴν μετ’ ἐμοῦ συμβίωσιν, τὸ παραγεγονέναι καὶ πέμπτον ἤδη μῆνα συνεῖναι μεθ’ ἡδονῆς πάντως ἔπαινός ἐστιν ἐμός. δῆλον γὰρ ὡς οὐκ ἂν ἔμεινεν οὐδὲ βραχὺ μόριον ἡμέρας, εἰ μὴ τοῖς ἑαυτοῦ τρόποις εὑρήκει κἀμὲ παραπλήσιον.
Ἀμέτροις κέχρησαι λόγοις πρὸς Καμαριναίους, ἐγείρων αὐτοὺς εἰς τὸν κατ’ ἐμοῦ πόλεμον. εὖ μέντοι καὶ τόδε ἀφ’ ἡμῶν ἴσθι μὴ καλῶς πεπεικὼς αὐτούς, ὅτι οὐ λόγοις ἀπράκτοις ἀμυνούμεθά σε, οἷς εἰς ἡμᾶς ἄρχειν δοκεῖς, ἀλλ’ ἔργοις, ὧν οἱ πειραθέντες αὖθις
οὐκ ἐπεβούλευσαν. τοῦτ’ εἰδότες Καμαριναῖοι πεῖραν οὐ βούλονται λαβεῖν ὀργιζομένου Φαλάριδος· χαριζό- μενος γὰρ αὐτοῖς ἡδίων ἔδοξα.Μὴ θαύμαζε τὸν Ἀλκίνου καὶ Δορυμένους θάνατον ὡς μετὰ πικρᾶς καὶ τυραννικῆς ὠμότητος πεπραγ- μένον· πολλῷ γάρ ἐστι θαυμαστότερον τὸν δὶς καὶ τρὶς ἀδείας ἀξιωθέντα ὑπὸ τυράννου τότε κολασθῆναι.