Epistulae
Phalaridis Epistulae
Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Εἰ τὸ Στησίχορον ἀδείας ἀξιωθῆναι παρ’ ἡμῖν αἰχμάλωτόν ποτε γενόμενον ἐπαίρει σε κατ’ ἐμοῦ γράφειν τραγῳδίας, ὡς πᾶσι τοῖς ποιηταῖς ἡμέρως προσενεχθησομένου μου, πολὺ τῆς ἀληθείας διαμαρτάνεις. οὐ γὰρ ἀποδέχομαι κοινότητι ποιητάς, ἀλλὰ τοὺς ἀγαθοὺς τῶν ποιητῶν, οὐδὲ τοὺς εἰς ἔχθραν ἐμοὶ καταστάντας, ἀλλὰ τοὺς γενναίους τῶν ἐχθρῶν. σὺ δὲ κακὸς μὲν ποιητὴς ἄναλκις δ’ ἐχθρὸς ὢν καὶ κατ’ ἀνδρείαν καὶ κατὰ δύναμιν ποιητικὴν Στησιχόρῳ σεαυτὸν προσεικάζεις. γνώσῃ δὲ τὴν τῶν λεγομένων διαίρεσιν οὐκ εἰς μακράν, οὐ παρ’ ὅ τι εἰς ἡμᾶς γράφεις
(πάντων γὰρ ἂν εἴην ἀψυχότατος, εἰ καὶ τῶν σῶν ἐπιστραφείην δραμάτων), ἀλλ’ ὅτι τοιοῦτος ὢν ἐχθρὸς καὶ ποιητὴς τῶν αὐτῶν σεαυτὸν καὶ Στησίχορον ἀξιοῖς.