Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Καὶ τοῦ δωρεῖσθαί τί σοι πρὸς τὸ μέλλον καὶ τοῦ γράφειν πεπαύσομαι, Πολύγνωτε, πέπαυσο δὲ καὶ σὺ τῶν ὑπὲρ ἐμοῦ πολλῶν ἐπαίνων. τοῖς γὰρ ἔργοις μου κατηγορῶν, δι’ ὧν οὐδὲν ἀποδέχῃ τῶν πεμπομένων ὑπ’ ἐμοῦ, τοῖς λόγοις με ἐγκωμιάζεις, οὐδὲ τοῦτο συνείς, ὅτι λόγος ἔργου σκιὰ παρὰ τοῖς σοφωτέροις δεδόξασται.

Τῶν δώρων ὅσα μέν σοι πρὸς τὴν γυμνασιαρχίαν ἥκει, πεπόμφαμεν, ἐλαίου μετρητὰς διακοσίους καὶ πυρῶν μεδίμνους τετρακοσίους, ὅσα δὲ νεότητός ἐστι, τῷ υἱῷ σου, τόν τε οἶνον καὶ τοὺς γραμματεῖς καὶ τὰ Στησιχόρου ποιήματα, εἰ μὴ καὶ ταῦτά τις τὰ δῶρα Συρακουσίων ὑποπτεύσειε νεωτέρων ἕνεκα πραγμάτων ὑπὸ τυράννου πεπέμφθαι.