Epistulae
Phalaridis Epistulae
Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Πολύκλειτον, ὡς πυνθάνομαι, τὸν ἰατρὸν ὑμεῖς μέμφεσθε ὡς προδότην Ἀκραγαντίνων γεγονότα, ὅτι με κάμνοντα παραλαβών, δυνάμενος ἀποκτεῖναι, χαλεπωτάτης ἐξήρπασε νόσου, καὶ τὸν ἔπαινον αὐτοῦ τῆς δικαιοσύνης κατηγορίαν ἀδικίας ποιεῖσθε, καὶ τοῦθ’ ὁμολογοῦντες οὐκ αἰσχύνεσθε. ἐγὼ δὲ θαυμάζω τῆς τέχνης αὐτοῦ τὸν τρόπον μᾶλλον, ὅτι με θνήσκοντα πιστευθεὶς οὐχ ὡς τύραννον ἀνῄρηκεν, ἀλλ’ ὡς νοσοῦντα εὐνοήσας σέσωκεν. καὶ διὰ μὲν τὴν ὑμετέραν μέμψιν οὐδ’ ὁτιοῦν πέπονθε κακόν, διὰ δὲ τὴν ἐμὴν εὐχαριστίαν ὅμοια τοῖς πρώτοις Σικελιωτῶν πεπλούτηκεν. οἶδα γοῦν, ὅτι διὰ τὴν δόσιν τῶν χαριστηρίων πάντες εὔχεσθε προδόται μᾶλλον Ἀκραγαντίνων ἢ τυραννοκτόνοι Φαλάριδος ἀκουσθῆναι.
Κἀγὼ μὲν ἐσπουδασμένως ἐπέσταλκα Στησιχόρῳ μηδὲν ἀχθεσθῆναι περὶ τῆς διαβολῆς, ἣν κατ’ αὐτοῦ πεποίηνται πρός με οἱ περὶ Εὔβουλον, καὶ σὺ δὲ δός μοι ταύτην τὴν χάριν, ἀνάδοχος αὐτῷ γενόμενος περὶ τοῦ μηδὲν ἐμὲ κατ’ αὐτοῦ πονηρὸν πεπιστευκέναι. μᾶλλον γὰρ ἂν πεισθείην, ὡς τὴν ἀρχὴν νὴ Δία οὐδὲ ἐπεβουλεύθην ὑπ’ αὐτῶν, ὅπερ ὡμολογήκασιν, ἢ ὡς διὰ τὰς ἐκείνου ποιήσεις, ἀλλ’ οὐ διὰ τὰς ἰδίας κακουργίας εἴησαν ἐπιβεβουλευκότες.