Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οὐκ ἀχθόμεθα τῆς διαβολῆς οὐδὲ τῆς δόξης ἧς ἔχουσιν ἐπ’ ἐμοὶ οἱ νῦν ἄνθρωποι. ἰδὼν γὰρ ἐν ἴσῳ τὸ ἀδικεῖν, μᾶλλον δὲ πολλῷ δικαιότερον ἤδη τοῦ δικαίου νενομισμένου τὸ ἄδικον, τοσοῦτον ἀπέχω τοῦ ἐπικρύπτεσθαι, ὥστ’ ἐπ’ αὐτοῖς παρρησιάζεσθαι, ὅτι τοῖς μὲν ἄλλοις φύσει τοιούτοις, ἐμοὶ δ’ ἀνάγκῃ γενέσθαι συμβέβηκε. φημὶ γὰρ καὶ ἡμῖν τὰ παράνομα προσγεγενῆσθαι πάθη καὶ τοῖς ἄλλοις ἅπασι τὸ αὐτὸ ἔμφυτον εἶναι. διαφέρει δὲ ἑνὶ τούτῳ, ὅτι ἡμεῖς μὲν τύραννοι δοξασθέντες ἔχοντες ἐξουσίαν ὁμολογοῦμεν, ἐκεῖνοι δ’ ἰδιῶται ὄντες παρ’ ὅσον δεδίασι δίκην δοῦναι ἀρνοῦνται.

Ἐγὼ τῶν μὲν εὖ πεπονθότων ὑπ’ ἐμοῦ οὐδένα ἂν εἴποιμι οὔτε πρὸς σὲ οὔτε πρὸς ἄλλον ἀνθρώπων οὐδένα· οὐ γὰρ δήπου, ἵνα σὺ δέξαιο τὰς παρ’ ἡμῶν δωρεάς, ἃς πεμπομένας παρορᾷς, τὸ καὶ ἑτέρους πολλοὺς ἐπιδείκνυσθαι λαβόντας πρέπον ἐστίν. προσ- έτι καὶ ἀνυπόπτως τοῖς λαβοῦσιν ὀνειδιοῦμεν· οὐ γὰρ οἰόμεθα ὀνείδους ἀπηλλάχθαι, οὔτε ἂν αὐτός τις ἕκαστος ἰδίας εὐεργεσίας διεξίη, οὔτε ἂν ἑτέρων λε

γόντων ἀκούειν ἐθέλῃ. ὅσοι μέντοι παρὰ τὴν ἡμετέραν γνώμην βίᾳ καὶ ἀδικίᾳ πολλὰ τῶν ἐμῶν ἀπώ- λεσαν, ἔξεστί σοι λογίσασθαι. καίτοι πολλοὺς ἂν σφόδρα εὕροις περὶ πλείστου ποιησαμένους τὰ δίκαια κατασχεῖν, ἔπειτα ἀποτίσαντας οὐχ ἑκουσίως, ἀλλ’ ἀνάγκῃ καὶ φόβῳ πολέμου καὶ ὅπλων.

(2) τινὲς δὲ ὁσιώτατα, ἀλλὰ καὶ πάντων εὐσεβέστατα κατέσχον ἐφ’ ὅσον ῥώμης μετεποιοῦντο· οὐ γὰρ δήπου προστρό- παια χρήματα καὶ ἐναγῆ μετὰ κινδύνων τοσούτων κατασχεῖν ὑπέμειναν ἄν, ἃ καὶ ἀναγκαζομένους λαβεῖν ἐχρῆν ἀπώσασθαι. τίνα οὖν σὺ πρὸς Διὸς ὑποτυπούμενος οὐκ ἤθελες τὴν δωρεὰν λαμβάνειν, ἐπεὶ καὶ αἱ προφάσεις, ἃς σὺ προσποιούμενος ἔλεγες προβεβλῆσθαι, καὶ τούτῳ τῷ τρόπῳ καὶ μυρίοις ἑτέροις λύονται; μαρτυρεῖται γὰρ ὑπ’ αὐτῶν τῶν ἐχθρῶν τὰ χρήματα καθαρὰ εἶναι, εἰ μὴ τούτῳ διοίσει, ὅτι ἐκεῖνοι μὲν δι’ ἀδίκου ὀνόματος τῆς ἁρπαγῆς ἔχειν ἐβιάζοντο, καὶ τοῦτο προστιθέντες τῷ ἀσεβεῖν, σὺ δὲ μετὰ τοῦ δικαιοτάτου λήψῃ, φίλου πιστοῦ διδόντος ἑκουσίως.