Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(4) ὡς γὰρ ἄτοπον, τὸν ἐκπεπτωκότα τῆς πατρίδος οὐδέν με τῶν αὐτῆς

ἀνακτήσασθαι ζητεῖν τὰ κατερριμμένα, οὕτω τοὺς ἐνοικοῦντας τὰ πίπτοντα μέρη περιιδεῖν καὶ μηδὲ ἐξ ὧν ἄλλος δίδωσι φιλοτιμεῖσθαι. ἐὰν μέντοι δικαιώσητε μὴ μόνοις ὑμῖν πεπέμφθαι τὰς δωρεάς, ἀλλὰ καὶ τοῖς μεθ’ ὑμᾶς καὶ μετ’ ἐκείνων τῇ πόλει καὶ τοῖς θεοῖς, τότ’ ἂν ὑμεῖς θαυμασθείητε πλέον τῆς εὐβουλίας ἢ τοῦ δεδωρῆσθαί τι τῶν ἰδίων ὁ δεδωρημένος. τίς γὰρ ἂν ἀγνοήσειεν, ὅτι τὸ μὲν χαρίσασθαι τῆς τοῦ διδόντος ἐπιμελείας ἔπαινός ἐστι, τὸ δὲ χρήσασθαι τοῖς δοθεῖσιν ὡς προσῆκε τῆς τοῦ λαβόντος εὐλογιστίας; βουλοίμην δ’ ἂν ὑμᾶς μαρτυρηθῆναι περὶ ἀρετῆς μᾶλλον ἢ περὶ πλούτου δαψιλείας ἐμαυτόν· τὸ μὲν γὰρ ψυχῆς ἀγαθῆς, τὸ δὲ τύχης περιουσιαζούσης ἐγκώμιον δόξει.