Epistulae
Phalaridis Epistulae
Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
(3) τοῦ μέντοι σεσῶσθαι τὰ πεμφθέντα, καίτοι πελαγίῳ παραβληθέντα κινδύνῳ, τῇ τύχῃ χάριν εἰδότες οὐκ ἂν ἁμαρτάνοιτε. οὐ μὴν ἀλλὰ καὶ ** τῶν κομιζομένων ἀποδώσουσι μὲν ὑμῖν ὡμολογημένως οἱ πρέσβεις, δηλώσει δὲ καθέκαστα καὶ ὁ συναπεσταλμένος αὐτοῖς ἀνὴρ ὁ καὶ τὴν ἐπιστολὴν φέρων, Εὔβουλος, παρ’ οὗ τά τε εἴδη καὶ τὸν ἀριθμὸν λαβόντες τὰ μὲν ἄλλα διανείμασθε καθ’ ὃν ἂν προῄρησθε τρόπον, τοῖς χρήμασι δὲ πρὸς ἐπισκευὴν καὶ κόσμον τῆς πόλεως χρησάμενοι καλῶς ἂν εἴητε πεφρονηκότες, οὐ διὰ τὴν ἐμὴν παραίνεσιν, διὰ δὲ τὴν ὑμετέραν αὐτῶν εὐβουλίαν· οὐδεὶς γὰρ ἀλλοτρίᾳ προαιρέσει ἀλλὰ τῇ οἰκείᾳ χρηστὸς πέφυκεν. εἰ δ’, ὅπερ οὐδὲ λέγειν ἐφ’ ὑμῶν ἄξιον, τοῖς εἰς ἕτερον εἶδος δεδωρημένοις εἰς ἄλλο τι καταχρήσεσθε τῶν οὐκ ἀναγκαίων, εὖ ἴστε, ὅτι ὑμεῖς μᾶλλον ἂν μεμφθείητε τοῦ μὴ δεόντως προσενηνέχθαι τοῖς δωρηθεῖσιν ἢ ὁ δοὺς εὐλογηθείη τοῦ δεδωκέναι.
(4) ὡς γὰρ ἄτοπον, τὸν ἐκπεπτωκότα τῆς πατρίδος οὐδέν με τῶν αὐτῆς
ἀνακτήσασθαι ζητεῖν τὰ κατερριμμένα, οὕτω τοὺς ἐνοικοῦντας τὰ πίπτοντα μέρη περιιδεῖν καὶ μηδὲ ἐξ ὧν ἄλλος δίδωσι φιλοτιμεῖσθαι. ἐὰν μέντοι δικαιώσητε μὴ μόνοις ὑμῖν πεπέμφθαι τὰς δωρεάς, ἀλλὰ καὶ τοῖς μεθ’ ὑμᾶς καὶ μετ’ ἐκείνων τῇ πόλει καὶ τοῖς θεοῖς, τότ’ ἂν ὑμεῖς θαυμασθείητε πλέον τῆς εὐβουλίας ἢ τοῦ δεδωρῆσθαί τι τῶν ἰδίων ὁ δεδωρημένος. τίς γὰρ ἂν ἀγνοήσειεν, ὅτι τὸ μὲν χαρίσασθαι τῆς τοῦ διδόντος ἐπιμελείας ἔπαινός ἐστι, τὸ δὲ χρήσασθαι τοῖς δοθεῖσιν ὡς προσῆκε τῆς τοῦ λαβόντος εὐλογιστίας; βουλοίμην δ’ ἂν ὑμᾶς μαρτυρηθῆναι περὶ ἀρετῆς μᾶλλον ἢ περὶ πλούτου δαψιλείας ἐμαυτόν· τὸ μὲν γὰρ ψυχῆς ἀγαθῆς, τὸ δὲ τύχης περιουσιαζούσης ἐγκώμιον δόξει.Σεμνύνεσθαι μέν, ὥσπερ καὶ ἐπ’ ἄλλῳ τινὶ τῶν καλῶν, ἐπ’ εὐγενείᾳ εἰκός ἐστιν, ἐγὼ δὲ μίαν εὐγένειαν ἀρετὴν οἶδα, τὰ δ’ ἄλλα πάντα τύχην. καὶ γένοιτ’ ἂν ὁ μὲν ἐκ φαύλων ἀγαθὸς καὶ βασιλέων ἀπάντων εὐγενέστερος, ὁ δ’ ἐξ ἀγαθῶν φαῦλος αὐτός τε ἑαυτοῦ καὶ τῶν ταπεινοτάτων δυσγενέστερος. ὥστε ψυχῆς ἔπαινον αὔχει πρὸς Συρακουσίους, μὴ προγὀνων τεθνηκυῖαν εἰς ἀδοξοτέρους διαδόχους εὐγένειαν.