Epistulae
Phalaridis Epistulae
Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Τοῦ μὲν εἰληφέναι σε τὰς παρ’ ἐμοῦ δωρεὰς πλείστη σοι χάρις, ἐγὼ δέ, ὅπερ ἔλεγες φοβεῖσθαι Συρακουσίους, μή τί σοι χαλεπὸν ἐξ αὐτῶν ἀνάσχῃ δεξαμένῳ τὰ παρ’ ἡμῶν χρήματα μηνύσεως αὐτοῖς ἀποδοθείσης, τοῦτ’ ἔμελλον ποιήσειν, μὴ λαβόντος σου κατηγορήσειν ὡς εἰληφότος, ἵν’ ᾖ σοι τὸ αὐτὸ δεξαμένῳ καὶ μή, μᾶλλον δὲ τὸ μὲν ἧττον, τὸ δὲ τῷ παντὶ χεῖρον. μὴ λαβὼν μὲν γὰρ ἐμοῦ κατηγοροῦντος τὸ δεδωκέναι πάντως ἂν αἰτίαν εἶχες εἰληφέναι· λαβὼν δὲ ταῖς ἀληθείαις ἐμοῦ τὸ μὴ δεδωκέναι λέγοντος, οὐκ ἴσως ἀλλ’ ὄντως ἀπήλλαξαι τῆς αἰτίας.
Ἐπυνθάνου, τίσιν ἀντεξήτακα τὸ δύνασθαι Λεοντίνων μοι ἐπεξιόντων κατὰ τῆς χώρας, ἣν ἐμὴν οὖσαν ἀποτέμνονται, περιγενέσθαι. τὸ μὲν οὖν ὅτι δικαιοτέρων ἐχόμενος καὶ οὐκ ἄρχων πολέμου ἀλλ’ ἀμυνόμενος, οὐκ ἂν ἐπιστείλαιμι· τούτων γὰρ παρ’ ὑμῖν οὐκ ἔστι λόγος· ὃ δέ, κἂν μὴ προσποιῆσθε, ὑμᾶς εἰδέναι ἀνάγκη, τοῦτ’ ἂν εἴποιμι, ὅπλοις πολλοῖς καὶ ἀνδράσι δυνατοῖς καὶ χρήμασι καὶ ναυσὶ καὶ ἵπποις, ὧν ἁπάντων ἐνδεεῖς ὄντες αὐτοὶ μαχοῦνται πολεμίῳ καὶ περὶ ταῦτα καὶ περὶ τὰς τύχας πεπλουτηκότι.