Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οὐ τὸ τοῖς πολλοῖς εἰθισμένον, ὅταν ἐπὶ τοῦ λόγου βλαφθέντες ἐν τοῖς ἀποτελέσμασι τῶν ἔργων εὐδοκιμήσωσι,

πρᾶξαι βουλόμενος ἐπιστεῖλαί σοι δεῖν ᾠήθην, ἵν’ ἐν ᾧ παρὰ γνώμην ἐσφάλης, οὐ πεισθεὶς ἐμοὶ τὰ βέλτιστα εἰπόντι, μέρος συμφορᾶς γενόμενος ἐπιτιμῴην (οὐδὲν γὰρ ἕτερόν μοι δοκοῦσιν οἱ τοῦθ’ αἱρούμενοι ποιεῖν ἢ πολὺν ἑαυτῶν ἔπαινον εὐβουλίας διατιθέμενοι κατηγορεῖν τῶν ἐπταικότων, ὅτι οὔτε προέγνωσαν τὸ συμφέρον, οὔτε τοῖς προειποῦσιν ἐπείσθησαν), ἀλλ’ ὥσπερ αἰσθανόμενος περὶ σοῦ τὰ μέλλοντα ἔσεσθαι, ἵνα μὴ πάθῃς, οἰκειότατος ἐγενόμην, οὕτω πεπονθότος ἃ μήποτ’ ὤφελες, αὐτὸς οἶμαι καὶ συναμαρτεῖν καὶ συνταλαιπωρεῖν.