Epistulae

Chionis Epistulae

Chionis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

’Εν Ἀθήναις μοι φιλοσοφίας χάριν διατρίβοντι τῶν κοινῶν τινες φίλων καὶ ὁ πατὴρ ἔγραψαν ὡς δι’ ὑποψίας εἴην πρός σε, καὶ τὰς αἰτίας ἐκέλευον ἀπολύσασθαι· τοῦτο γὰρ δίκαιον εἶναι καὶ αὐτῷ μοι ἄμεινον ἐγὼ δὲ ὅτι μὲν ὀρθῶς παρῄνουν ταῦτα, σαφῶς ᾔδειν, ἠγνόουν δὲ ἀφ’ ὧν διεβλήθην, καὶ τοῦτό μοι πρὸς τὴν ἀπολογίαν ἦν ἄπορον· οὔτε γὰρ αὐτὸς παρῆν, ὅτε περιεβάλου τὴν ἀρχήν, οὔτε ἀπὼν ἐδυνάμην ε’ναντιοῦσθαι οὔθ’ ὅλως ἢ λόγος ἢ ἔργον τι τῶν ἐμῶν ἐπίμιξίαν τινὰ ἔσχε πρὸς τὰ αὐτόθι πράγματα. τίνες οὖν αἱ διαπόντιοι πρὸς μόναρχον ἐναντιώσεις ἀνθρώπου μετ’ ὀλίγων οἰκετῶν ἀποδημοῦντος οὐκ ἐγὼ ηὕρισκον, καὶ διὰ τοῦτό γε ἠπόρουν ἀπολογίας, ὅτι οὐδὲν ἑώρων τὸ κατηγορούμενον.

(2) οὐκ ἠπόρουν δὲ πάλιν τῷ μηδὲν ἐννοεῖσθαι τοιοῦτον, ὁποῖον ἴσως ὑποπτεύομαι, ἀλλὰ καὶ πάνυ ἔχων πείθειν σε, ὅτι ἡ ἐμὴ ψυχὴ οὐδενὶ εὐέμβατός ἐστι τῶν τοιούτων βουλευμάτων. οἶμαι μὲν οὖν, εἰ καὶ μὴ ἐπεφιλοσοφήκειν, ἱκανὸν ἂν γενέσθαι τεκμήριον τοῦ μὴ ἀπεχθῶς ἔχειν πρός σε τὸ μηδὲ ἠδικῆσθαί τι ὑπὸ σοῦ. οὐδὲ γὰρ οἱ ἀφιλοσόφητοι μὴ παντάπασί γε μανέντες, καθ’ ἡδονήν τινα τὰς

ἀπεχθείας ἐπαναιροῦνται, οὐδ’ ἔρωτάς τινας ὥσπερ παιδικῶν ἐπιτηδευμάτων οὕτῳ καὶ μίσους λαμβάνουσι, (πολλοῦ δεῖ), ἀλλὰ καὶ πάνυ ἐπίστανται, ὅτι οὐδὲν ἀνθρώποις ἀπεχθείας ἀνιαρότερον· ὅταν δὲ ὑπὸ ἀνηκέστου τινὸς διαιρεθῶσιν ἀπὸ ἀλλήλων τὰς ψυχάς, τότε ἀπεχθάνονται, καὶ οὐδὲ τότε ἑκόντες.

(3) ἡμῖν δὲ μέχρι τῆς νῦν ἡμέρας οὐδὲν οὔτε μέγα οὔτε μικρὸν ὑπῆρκται πρὸς ἀλλήλους ἀπεχθείας ἔργον, ἀλλὰ σοὶ μὲν οὐδὲν πλέον ὑπονοίας καὶ λόγου, ἐγὼ δὲ καθαρεύω τὴν ψυχὴν καὶ ἀπὸ τούτων. τί οὖν βουλόμενος ἐξαίφνης στασιάζω πρός σε, καὶ ταῦτα μηδέπω καὶ τήμερον ἑορακὼς ἀρχομένην ὑπὸ σοῦ τὴν πατρίδα; ἢ νὴ Δία φυσῶσί με αἱ πολλαὶ τριήρεις καὶ οἱ ἱππεῖς, ἵνα, εἰ μηδὲν ἄλλο, ὑποπτεύῃς τό γε δύνασθαί με ἐχθρὸν εἶναι; ἀλλὰ ἀπεδήμησα μὲν σὺν ὀκτὼ θεράπουσι καὶ φίλοις δύο, Ἡρακλείδῃ καὶ Ἀγάθωνι, ἀναλύω δὲ δύο τῶν οἰκετῶν ἀποβαλών. ταῦτα δὲ οὐκ οἶδ’ ὅπως πείθουσί σε ἱκανὴν εἶναι παρασκευὴν ἐπὶ σέ· ἐκεῖνο δ’ οὐ σκοπεῖς, ὅτι, εἰ συνῄδειν ἐμαυτῷ δικαίως ὑποπτευομένῳ, οὐκ ἄν ποτε ἑκὼν ἐμαυτὸν ἐνεχείριζον τῷ ὑποπτεύοντι.