Epistulae

Chionis Epistulae

Chionis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(3) ἡ μὲν οὖν πατρὶς ἐν τοιούτοις κακοῖς καὶ κινδύνοις ἐστίν, ἐγὼ δέ, εἰ μὲν αὐτὸ ἐφ, ἑαυτοῦ βούλοιο τοὐμὸν σκέπτεσθαι, καὶ πάνυ ἀσφαλής εἰμι. δουλείαν γὰρ ταύτην ἔγωγε νομίζω, ἣ μετὰ τῶν σωμάτων καὶ τὰς ψυχὰς ὑφ’, ἑαυτὴν ἔχει· ἡ δὲ τῆς μὲν ψυχῆς οὐδ’ ὁτιοῦν ἁπτομένη, τὸ δὲ σῶμα μόνον ἔχουσα οὐδὲ δουλεία τυγχάνειν ἔμοιγε δοκεῖ. τεκμήριον δέ. εἴ τι γὰρ δουλείας κακόν, τοῦτο ἐπὶ ψυχὴν καταβαίνει, ἐπεὶ ἄλλως οὐδὲ κακὸν λέγοιτο ἄν· φόβος γὰρ τοῦ παθεῖν καὶ ἡ ἐκ τοῦ παθεῖν λύπη τὰ δεινότατα τοῖς μὴ ἐλευθέροις. τί οὖν; ἄν τις μὴ φοβῆται τὸ μέλλον κακὸν μηδὲ ἐπὶ τῷ γινομένῳ ἄχθηται, δουλεύσει; καὶ πῶς ὅ γε μὴ ἔχων τὰ δουλείας κακά;

(4) ἴσθι οὖν τοιοῦτόν με ὑπὸ φιλοσοφίας γενόμενον, ὁποῖον κἂν δήσῃ Κλέαρχος, κἂν ὁτιοῦν δράσῃ τῶν χαλεπῶν, οὐδέποτε ποιήσει δοῦλον· οὐδέποτε γάρ μου τὴν ψυχήν χειρώσεται, ἐν ᾗ τὸ δοῦλον ἢ τὸ ἐλεύθερον, ἐπεὶ σῶμά γε ἀεὶ συντυχίας ἧττον, κἂν ὑπ’, ἀνδρὶ μὴ τάττηται δεσπότῃ. ἢν δέ με ἀποκτείνῃ, τότε καὶ τὴν τελείαν ἐλευθερίαν χαριεῖταί μοι. ἣν γὰρ οὐδὲ τὸ περιέχον σῶμα ᾠκείωσε τῇ ἑαυτοῦ δουλείᾳ, ταύτῃ τίνα οἰκμονομίαν ἐλλείψειν δοκεῖς κεχωρισμένῃ τοῦ σώματος ; οὐ μόνον δὲ ἐγώ, ὃ ἂν πάσχω, ἐλεύθερος, ἀλλὰ καὶ Κλέαρχος, ὃ ἂν διαθῇ με, δοῦλος γενήσεται· φοβούμενος γὰρ διαθήσει, δέος δὲ οὐδὲν ἔχει ψυχῆς ἐλευθερία.

(5) τὰ μὲν οὖν ἐμὰ ἐφ’ ἑαυτῶν σκοπεῖν, ὡς ὁρᾷς, ἀσφαλέστερα εἰς τὸ παθεῖν ἢ Κλεάρχῳ εἰς τὸ δρᾶσαι, καὶ τό γ’ ἐμὸν οὐκ ἐπιμελείας ἀλλ’ ὀλιγωρίας δεῖται· τὸ γὰρ ἀρχὴν φροντίζειν περὶ αὐτῶν ἁνδρός ἐστιν οὐ πάνυ τι ἐλευθέρου. τὰ δὲ τῆς πατρίδος συνημμένα μοι οὐκ ἐπιτρέπει τὴν αὐτόνομον ταύτην ἐλευθερίαν, ἀλλὰ καὶ πολιτεύεσθαι ἀναγκάζει καὶ κίνδυνον ἔχειν, κίνδυνον δέ, οὐχὶ μὴ αὐτός τι πάθω, ἀλλὰ μὴ πάσχουσάν τι τὴν πατρίδα οὐκ ὠφελήσω. διὰ τοῦτό μοι ἀνάγκη, καίπερ μὴ φοβουμένιω, θάνατον προνοεῖν, ὅπως μὴ πρότερον ἀποθάνω ἢ ὑπὲρ τῆς πατρίδος ἀποθανεῖν δυνήσομαι. πολιτεύου δὴ πρὸς τὸν τύραννον ἃ καὶ πρότερόν σοι ἔγραφον, πείθων αὐτὸν ὅτι ἡσυχίας ἐρασταί ἐσμεν, καὶ γράφε ἡμῖν, ἐὰν καὶ ἄλλο τί σοι δοκῇ πρὸς τὴν αὐτόθι πολιτείαν ἀνήκειν, ἐπεὶ ἀνάγκη μοι εἰς τὴν τῆς πατρίδος ἐλευθερίαν ὑφαιρει[ν τι τῆς ἐμαυτοῦ, φροντίζοντι περὶ τούτων καὶ βουλευομένῳ.