Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδαν
  2. βασιλέες ἱεροὶ
  3. ἐντί, μεγάλαν δʼ ἀρετὰν
  4. δρόσῳ μαλθακᾷ
  5. ῥανθεῖσαν κώμων ὑπὸ χεύμασιν,
  6. ἀκούοντί που χθονίᾳ φρενί,
  7. σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν
  8. ἔνδικόν τʼ Ἀρκεσίλᾳ. τὸν ἐν ἀοιδᾷ νέων
  9. πρέπει χρυς άο ρα Φοῖβον ἀπύειν,
  10. ἔχοντα Πυθωνόθεν
  11. τὸ καλλίνικον λυτήριον δαπανᾶν
  12. μέλος χαρίεν. ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί.
  13. λεγόμενον ἐρέω·
  14. κρέσσονα μὲν ἁλικίας
  15. νόον φέρβεται
  16. γλῶσσάν τε· θάρσος δὲ τανύπτερος
  17. ἐν ὄρνιξιν αἰετὸς ἔπλετο·
  18. ἀγωνίας δʼ, ἕρκος οἷον, σθένος·
  19. ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας,
  20. πέφανταί θʼ ἁρματηλάτας σοφός·