Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. φοίνισσα δὲ Θρηϊκίων ἀγέλα ταύρων ὑπᾶρχεν
  2. καὶ νεόκτιστον λίθων βωμοῖο θέναρ.
  3. ἐς δὲ κίνδυνον βαθὺν ἱέμενοι δεσπόταν λίσσοντο ναῶν,
  4. συνδρόμων κινηθμὸν ἀμαιμάκετον
  5. ἐκφυγεῖν πετρᾶν. δίδυμαι γὰρ ἔσαν ζωαί, κυλινδέσκοντό τε κραιπνότεραι
  6. ἢ βαρυγδούπων ἀνέμων στίχες· ἀλλʼ ἤδη τελευτὰν κεῖνος αὐταῖς
  7. ἡμιθέων πλόος ἄγαγεν. ἐς Φᾶσιν δʼ ἔπειτεν
  8. ἤλυθον· ἔνθα κελαινώπεσσι Κόλχοισιν βίαν
  9. μῖξαν Αἰήτᾳ παρʼ αὐτῷ. πότνια δʼ ὀξυτάτων βελέων
  10. ποικίλαν ἴϋγγα τετράκναμον Οὐλυμπόθεν
  11. ἐν ἀλύτῳ ζεύξαισα κύκλῳ
  12. μαινάδʼ ὄρνιν Κυπρογένεια φέρεν
  13. πρῶτον ἀνθρώποισι, λιτάς τʼ ἐπαοιδὰς ἐκδιδάσκησεν σοφὸν Αἰσονίδαν·
  14. ὄφρα Μηδείας τοκέων ἀφέλοιτʼ αἰδῶ, ποθεινὰ δʼ Ἑλλὰς αὐτὰν
  15. ἐν φρασὶ καιομέναν δονέοι μάστιγι Πειθοῦς.
  16. καὶ τάχα πείρατʼ ἀέθλων δείκνυεν πατρωΐων·
  17. σὺν δʼ ἐλαίῳ φαρμακώσαισʼ ἀντίτομα στερεᾶν ὀδυνᾶν
  18. δῶκε χρίεσθαι. καταίνησαν τε κοινὸν γάμον
  19. γλυκὺν ἐν ἀλλάλοισι μῖξαι.