Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. θύοισαν ἀμαιμακέτῳ
  2. ἐς Λακέρειαν. ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος. δαίμων δʼ ἕτερος
  3. ἐς κακὸν τρέψαις ἐδαμάσσατό νιν· καὶ γειτόνων
  4. πολλοὶ ἐπαῦρον, ἁμᾷ δʼ ἔφθαρεν, πολλὰν δʼ ὄρει πῦρ ἐξ ἑνὸς
  5. σπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν.
  6. ἀλλʼ ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ
  7. σύγγονοι κούραν, σέλας δʼ ἀμφέδραμεν
  8. λάβρον Ἁφαίστου, τότʼ ἔειπεν Ἀπόλλων· οὐκέτι
  9. τλάσομαι ψυχᾷ γένος ἀμὸν ὀλέσσαι
  10. οἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ.
  11. ὣς φάτο· βάματι δʼ ἐν πρώτῳ κιχὼν παῖδʼ ἐκ νεκροῦ
  12. ἅρπασε· καιομένα δʼ αὐτῷ διέφαινε πυρά·
  13. καί ῥά νιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαι
  14. πολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους.
  15. τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτων
  16. ἑλκέων ξυνάονες, ἢ πολιῷ χαλκῷ μέλη τετρωμένοι