Banquet

Xenophon

Xenophon, creator; , Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia Socratis; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

καὶ ὁ Σωκράτης ἀκούσας, Ἡράκλεις, ἔφη, τί τοσοῦτον νομίζοντες ἠδικῆσθαι ὑπὸ τοῦ σοῦ παιδὸς ὥστε ἀποκτεῖναι αὐτὸν βούλεσθαι; ἀλλʼ οὔτοι, ἔφη, ἀποκτεῖναι βούλονται, ἀλλὰ πεῖσαι αὐτὸν συγκαθεύδειν αὐτοῖς. σὺ δʼ, ὡς ἔοικας, εἰ τοῦτο γένοιτο, νομίζεις ἂν διαφθαρῆναι αὐτόν; ναὶ μὰ Δίʼ, ἔφη, παντάπασί γε.

οὐδʼ αὐτὸς ἄρʼ, ἔφη, συγκαθεύδεις αὐτῷ; νὴ Δίʼ ὅλας γε καὶ πάσας τὰς νύκτας. νὴ τὴν Ἥραν, ἔφη ὁ Σωκράτης, εὐτύχημά γέ σου μέγα τὸ τὸν χρῶτα τοιοῦτον φῦναι ἔχοντα ὥστε μόνον μὴ διαφθείρειν τοὺς συγκαθεύδοντας. ὥστε σοί γε εἰ μὴ ἐπʼ ἄλλῳ ἀλλʼ ἐπὶ τῷ χρωτὶ ἄξιον μέγα φρονεῖν.

ἀλλὰ μὰ Δίʼ, ἔφη, οὐκ ἐπὶ τούτῳ μέγα φρονῶ. ἀλλʼ ἐπὶ τῷ μήν; ἐπὶ νὴ Δία τοῖς ἄφροσιν. οὗτοι γὰρ τὰ ἐμὰ νευρόσπαστα θεώμενοι τρέφουσί με. ταῦτʼ ἄρʼ, ἔφη ὁ Φίλιππος, καὶ πρῴην ἐγώ σου ἤκουον εὐχομένου πρὸς τοὺς θεοὺς ὅπου ἂν ᾖς διδόναι καρποῦ μὲν ἀφθονίαν, φρενῶν δὲ ἀφορίαν.

εἶεν, ἔφη ὁ Καλλίας· σὺ δὲ δή, ὦ Σώκρατες, τί ἔχεις εἰπεῖν ὡς ἄξιόν σοί ἐστι μέγα φρονεῖν ἐφʼ ᾗ εἶπας οὕτως ἀδόξῳ οὔσῃ τέχνῃ; καὶ ὃς εἶπεν· ὁμολογησώμεθα πρῶτον ποῖά ἐστιν ἔργα τοῦ μαστροποῦ· καὶ ὅσα ἂν ἐρωτῶ, μὴ ὀκνεῖτε ἀποκρίνεσθαι, ἵνα εἰδῶμεν ὅσα ἂν συνομολογῶμεν. καὶ ὑμῖν οὕτω δοκεῖ; ἔφη. πάνυ μὲν οὖν, ἔφασαν. ὡς δʼ ἅπαξ εἶπαν πάνυ μὲν οὖν, τοῦτο πάντες ἐκ τοῦ λοιποῦ ἀπεκρίναντο.