Letter to the Romans
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
- καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη [αὐτοῖς] Οὐ λαός
- μου ὑμεῖς,
- ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος.
Ἠσαίας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ
Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπό
λιμμα σωθήσεται·
λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει Κύριος ἐπὶ τῆς γῆς.
καὶ καθὼς προείρηκεν Ἠσαίας
- Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα,
- ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν
- ὡμοιώθημεν.
Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικὰιοσύνην δὲ τὴν ἐκ πίστεως·
Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν. διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλʼ ὡς ἐξ ἔργων·
προσέκοψαν
τῷ λίθῳ τοῦ προσκόμματος,
καθὼς γέγραπται
- Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ
- πέτραν σκανδάλου,
- καὶ ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται.
Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις πρὸς τὸν θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν.
μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν· ἀλλʼ οὐ κατʼ ἐπίγνωσιν,
ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν·
τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
Μωυσῆς γὰρ γράφει ὅτι τὴν δικαιοσύνην τὴν ἐκ νόμου
ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐναὐτῇ.