Gospel according to John
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν. Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώ που;
ἀπεκρίθη ἐκεῖνος [καὶ εἶπεν] Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
εἶπεν αὐτῷ ὁ Ἰησοῦς Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
ὁ δὲ ἔφη Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ.
καὶ εἶπεν ὁ Ἰησοῦς Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν
καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετʼ αὐτοῦ ὄντες, καὶ
εἶπαν αὐτῷ Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; εἶπεν αὐτοῖς [ὁ] Ἰησοῦς Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ἡ ἁμαρτία ὑμῶν μένει.