Gospel according to John
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ
τοῦ σπέρματος Δαυείδ,καὶ
ἀπὸ Βηθλεὲμτῆς κώμης ὅπου ἦν Δαυείδ,
ἔρχεταιὁ χριστός;
σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ διʼ αὐτόν.
τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλʼ οὐδεὶς ἔβαλεν ἐπʼ αὐτὸν τὰς χεῖρας.
Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι Διὰ τί οὐκ ἠγάγετε αὐτόν;
ἀπεκρίθησαν οἱ ὑπηρέται Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος.
ἀπεκρίθησαν οὖν [αὐτοῖς] οἱ Φαρισαῖοι Μὴ καὶ ὑμεῖς πεπλάνησθε;
μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;