Against Demosthenes

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

τίνας δʼ, ὦ Ἀθηναῖοι, — σκοπεῖτε γὰρ πρὸς ὑμᾶς αὐτούς —, τίνας τὰς ἐλπίδας ἕξομεν, ἐὰν κίνδυνός τις καταλάβῃ τὴν πόλιν, τὸ μὲν δῶρα λαμβάνειν κατὰ τῆς πατρίδος ἀσφαλὲς εἶναι πεποιηκότες, τὸ δὲ τὴν φυλακὴν ἔχον συνέδριον τῆς πόλεως ἐν τοῖς τοιούτοις κινδύνοις ἀδόκιμον καταστήσαντες;

τί δʼ ἐάν — τιθῶμεν[*](τί δʼ ἐάν, — τιθῶμεν Funkhaenel: τί δέ, ἀντιθῶμεν Α: τί δαὶ ἀντιθῶμεν Ν.) γὰρ ταῦτα —, ἐὰν κατὰ τὸ ψήφισμα τὸ Δημοσθένους ἀπαιτῇ πέμψας ἡμᾶς Ἀλέξανδρος τὸ χρυσίον τὸ κομισθὲν εἰς τὴν χώραν ὑφʼ Ἁρπάλου, καὶ πρὸς τῷ γεγενῆσθαι τὴν τῆς βουλῆς ἀπόφασιν τοὺς παῖδας καταπέμψῃ πρὸς ἡμᾶς τοὺς νῦν ὡς ἑαυτὸν ἀνακεκομισμένους, καὶ τούτων ἀξιοῖ πυνθάνεσθαι τὴν ἀλήθειαν ἡμᾶς,[*](ἡμᾶς Baiter et Sauppe: ὑμᾶς codd.) πρὸς θεῶν, ὦ ἄνδρες, τί ἐροῦμεν;