Against Demosthenes
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
αὕτη, Δημόσθενες, τῆς βουλῆς ἡ ἀπόφασις οὐκ ἐξηλέγχθη ψευδὴς οὖσα, ἀληθινῆς δὲ αὐτῆς οὔσης ἔδοξε τοῖς δικασταῖς ἀφεῖναι[*](ἀφεῖναι Blass: ἀφιέναι codd.) τὸν Πολύευκτον· τὸ μὲν γὰρ ἀληθὲς τῇ βουλῇ προσετάχθη ζητεῖν, τὸ δὲ συγγνώμης ἄξιόν φημι[*](φημι] ἢ μὴ Reiske.) τὸ δικαστήριον ἔκρινε. διὰ τοῦτʼ οὐ πιστευτέον τῇ βουλῇ περὶ τῶν γιγνομένων[*](γιγνομένων Blass: γινομένων Ν: γενομένων Α.) ἀποφάσεων, ἐπειδή σε καὶ τοὺς μετὰ σοῦ τὸ χρυσίον ἔχοντας ἀποπέφαγκε; δεινὸν μέντʼ ἂν εἴη.
δεῖξον γὰρ τοῖς δικασταῖς σύ, Δημόσθενες, νυνὶ ὡς τούτων τι τῶν ἁμαρτημάτων[*](ἁμαρτημάτων Sauppe: ἡμαρτηκότων codd.) ὅμοιόν ἐστι τοῖς σοῖς ἀδικήμασι, καὶ ὡς τὸ δῶρα λαμβάνειν κατὰ τῆς πατρίδος συγγνώμης ἐστὶν ἄξιον, ὥστʼ ἀποφύγοις ἂν παρὰ τούτοις εἰκότως. ἀλλʼ οἱ νόμοι περὶ μὲν τῶν ἄλλων ἀδικημάτων τῶν εἰς ἀργυρίου λόγον ἀνηκόντων διπλῆν τὴν βλάβην ὀφλεῖν[*](ὀφλεῖν Meier: ὀφείλειν codd) κελεύουσι, περὶ δὲ τῶν δωροδοκούντων δύο μόνον τιμήματα πεποιήκασιν, ἢ φάνατον, ἵνα ταύτης τυχὼν τῆς ζημίας ὁ λαβὼν παράδειγμα γένηται τοῖς ἄλλοις, ἢ δεκαπλοῦν τοῦ ἐξ ἀρχῆς λήμματος τὸ τίμημα τῶν δώρων, ἵνα μὴ λυσιτελήσῃ[*](λυσιτελήσῃ Blass: λυσιτελὴς ᾖ N A pr.: λυσιτελὲς ᾖ A corr.) τοῖς τοῦτο τολμῶσι ποιεῖν.