On the Peace with Sparta
Andocides
Andocides. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
ὅμως τοίνυν ταῦτα πεπονθότες ὑφʼ ἡμῶν συγχωροῦσι ταὐτὰ[*](ταὐτὰ Baiter: ταῦτα codd.) ἅπερ οἱ σύμμαχοι, καὶ διδόασιν ἡμῖν τὰ τείχη καὶ τὰς ναῦς καὶ τὰς νήσους ἡμῶν εἶναι. ποίαν τίνʼ οὖν χρὴ εἰρήνην πρεσβεύοντας ἥκειν; οὐ ταὐτὰ[*](ταῦτα Baiter: ταῦτα codd.) παρὰ τῶν πολεμίων εὑρομένους ἅπερ οἱ φίλοι διδόασι, καὶ διʼ ἅπερ ἠρξάμεθα πολεμεῖν, ἵνα ἡμῶν γένηται τῇ πόλει ταῦτα; οἱ μὲν τοίνυν ἄλλοι τὴν εἰρήνην ποιοῦνται τῶν ὑπαρχόντων ἀφιέντες, ἡμεῖς δὲ προσλαμβάνοντες αὐτὰ ὧν μάλιστα δεόμεθα.