On the Peace with Sparta

Andocides

Andocides. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

Βοιωτοὶ δʼ αὖ πῶς τὴν εἰρήνην ποιοῦνται; οἵτινες τὸν μὲν[*](μὲν om. Q.) πόλεμον ἐποιήσαντο ἕνεκα Ὀρχομενοῦ, ὡς οὐκ ἐπιτρέψοντες αὐτόνομον εἶναι, νῦν δὲ τεθνεώτων μὲν αὐτοῖς ἀνδρῶν τοσούτων τὸ πλῆθος, τῆς δὲ γῆς ἐκ μέρους τινὸς τετμημένης, χρήματα δʼ εἰσενηνοχότες πολλὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ, ὧν στέρονται, πολεμήσαντες δὲ ἔτη τέτταρα, ὅμως Ὀρχομενὸν ἀφέντες αὐτόνομον τὴν εἰρήνην ποιοῦνται καὶ ταῦτα[*](ταῦτα om. Q.) μάτην πεπόνθασιν· ἐξῆν γὰρ αὐτοῖς καὶ τὴν ἀρχὴν ἐῶσιν Ὀρχομενίους αὐτονόμους εἰρήνην ἄγειν. οὗτοι δʼ αὖ τούτῳ τῷ[*](τῷ om. AQ, add. apographa.) τρόπῳ τὸν πόλεμον καταλύονται.