Epistolae
Aeschines
Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.
AΙΣΧΙΝΗΣ ΤΗΙ ΒΟΥΛΗI ΚΑΙ ΔΗΜΩΙ.
ʼΕπυθόμην τὰ ῥηθέντα Μελανώπῳ πρὸς ὑμᾶς, καὶ τὴν μὲν ὑμετέραν ἀπεδεξάμην φιλανθρωπίαν, Μελανώπῳ δὲ οὐκ ἐπανελθὼν μόνον πρὸς ὑμᾶς νομίζω τοῖς βεβιωμένοις αὐτῷ πρέπουσαν ἀποδώσειν χάριν, ἀλλʼ ἀτυχῶν ἔτι καὶ τῆς πατρίδος ἐστερημένος ὅμῶς ἀρκέσαι πειράσομαι.
ἐγὼ γάρ, ὦ ΜΔλάνωπε, κατὰ μὲν τοὺς νόμους ὁμολογῶ ταύτη κεχρῆσθαι τῇ συμφορᾷ, φημὶ μέντοι βοηθῶν ταῦτα τοῖς νόμοις πεπονθέναι, καὶ ὑπὲρ τοῦ μηδένα στεφανοῦσθαι παρʼ αὐτοὺς ἀγωνιζόμενος. ἐμοὶ μὲν
οὗν τὸ δεδυστυχηκέναι πολιτευομένῳ κοινόν ἐστι πρὸς Θεμιστοκλέα καὶ Ἀριστείδην καὶ ἄλλους πολλοὺς τῶν λαμπροτάτων ποτὲ ἐν τῆ πόλει γενομένων·