Epistolae
Aeschines
Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.
ἀλλὰ γὰρ ἄλις μὲν ῆδη δακρύων, σύ δʼ εὐτυχοίης, καὶ μὴ μόνον πολιτείαν ἄπασαν, ἀλλὰ καὶ Λεπτίνην φεῦγε, ὅτι πρὸς ἡμᾶς ἔχει φιλαπεχθημόνως, καὶ ὅτι τἄλλα τοιοῦτός ἐστιν, ὅτου περιεῖναι μὲν μηδενὸς λαμπρότερον, ἡττᾶσθαι δὲ ἀδοξότατον. καὶ μάλιστα μὲν παραινῶ, φεῦγε τὰς μετʼ αὐτοῦ διατριβάς· εἰ δʼ αὗ συνέλθοις ἐκ τύχης καὶ καθʼ ἡμῶν λέγοι τι, πειρῶ σιωπᾶν, ἂν ἰσχύῃς, καὶ γελᾶν.
ἀλλʼ ὁ μὲν δίδωσιν ἀποχρῶσαν δίκην τῷ πᾶσιν ἀνθρώποις καὶ γέλωτος εἶναι δοκεῖν ἄμα καὶ μίσους ἄξιος· σύ δέ, εἰ μὴ πάνυ φοβῇ τὴν θάλατταν, ἀφίκοιο παρʼ ἡμᾶς ποτε, καὶ παρασχών σαυτὸν ἰδεῖν ἡμῖν ἐπανίοις πάλιν.
AΙΣΧΙΝΗΣ ΦΙΛΟΚΡΑΤΕΙ.
Ἀρίστων οὗτος, ὁ κομίζων σοι τὴν ἐπιστολήν, ὁ πρῶτός ἐστιν ἡμᾶς ὑποδεξάμενος ἐν Ῥόδῳ. πέπλευκε δὲ Ἀθήναζε κατὰ χρείαν κηδεστοῦ γέροντος, ἀργύριον εσπράξων παρὰ τοῦ τραπεζίτου Χαρμόλα. σκόπει οὖν, ὅπως αὐτὸν ὑποδέξῃ φιλοφρόνως (ἔστι δὲ κομιδῆ εὐτελὴς τὴν δίαιταν καὶ πρέπων ἡμῖν, ὡ Αθηναῖοι) καὶ τὰ ἄλλα συμπράξεις, ὡς μάθῃ, ὅτι οὐ παντελῶς ἔρημον φίλων ὑπέλαβεν, ἀλλʼ ἔστι τις Ἀθήνησιν Αἰσχίνου μνήμη καὶ λόγος.
AΙΣΧΙΝΗΣ ΤΗΙ ΒΟΥΛΗI ΚΑΙ ΔΗΜΩΙ.
ʼΕπυθόμην τὰ ῥηθέντα Μελανώπῳ πρὸς ὑμᾶς, καὶ τὴν μὲν ὑμετέραν ἀπεδεξάμην φιλανθρωπίαν, Μελανώπῳ δὲ οὐκ ἐπανελθὼν μόνον πρὸς ὑμᾶς νομίζω τοῖς βεβιωμένοις αὐτῷ πρέπουσαν ἀποδώσειν χάριν, ἀλλʼ ἀτυχῶν ἔτι καὶ τῆς πατρίδος ἐστερημένος ὅμῶς ἀρκέσαι πειράσομαι.
ἐγὼ γάρ, ὦ ΜΔλάνωπε, κατὰ μὲν τοὺς νόμους ὁμολογῶ ταύτη κεχρῆσθαι τῇ συμφορᾷ, φημὶ μέντοι βοηθῶν ταῦτα τοῖς νόμοις πεπονθέναι, καὶ ὑπὲρ τοῦ μηδένα στεφανοῦσθαι παρʼ αὐτοὺς ἀγωνιζόμενος. ἐμοὶ μὲν
οὗν τὸ δεδυστυχηκέναι πολιτευομένῳ κοινόν ἐστι πρὸς Θεμιστοκλέα καὶ Ἀριστείδην καὶ ἄλλους πολλοὺς τῶν λαμπροτάτων ποτὲ ἐν τῆ πόλει γενομένων·σοὶ δὲ τὸ μέχρι μὲν χθὲς καὶ πρώην θεσμοθετοῦντος ἤδή σοῦ προεστάναι τὴν μητέρα, τρὶς δὲ ἐμπεσεῖν εἶς τὸ δεσμωτήριον τὸν πατέρα σου, σὲ δὲ πραθέντα τρισχιλίων δραχμῶν τὴν ἀκμὴν ἡταιρηκέναι, τοῖς περὶ Τί‒ μαρχον νέοις κοινὰ ταῦτʼ εἶναι, οὐ τοῖς περὶ Gεμιστοκλέα ἢ Ἀριστείδην τὸν δίκαιον ὑπολαμβάνω.
ἀλλὰ Μελανώπῳ μὲν αὗθις, ἐὰν ὑμῖν δόξῃ, διαλέξομαι παρών· ὑμῖν δὲ τῆς μὲν εὐνοίας, ἥν ἀπόντι μοι παρέχεσθε, θορυβοῦντες ἀεὶ καὶ μὴ θέλοντες ἀκροᾶσθαι τῶν λοιδορούντων ἡμᾶς, πολλὴν χάριν ἔχω, δικαιότερον μέντοι καὶ ἄμεινον ἥν ἐμὲ αὐτὸν ἐᾶσαι πρὸς τοὺς λοιδοροῦντας λέγειν, ψηφισαμένους πολλάκις πολλοῖς ῆδη ἐψηφίσασθε τὰ μέγιστα ἁμαρτοῦσιν εἰς ὑμᾶς.
εἰ δὲ μή, τό γε δεύτερον ἂν δεηθείην, ἀνέχεσθαι πολὺ μᾶλλον τῶν λοιδορουμένων ἡμᾶς, ἢ χαρίζεσθαι δοκοῦντας, ὅτι τῶν βλασφημιῶν οὐκ ἀκροᾶσθε, μείζω τὴν ὑποψίαν τῶν δυναμένων λέγεσθαι ποιεῖν.
Σύ μὲν οὐδέπω καὶ νῦν ἀφῖξαι πρὸς ἡμᾶς, ἀλλὰ καὶ νόσους καὶ δίκας καὶ πάντα μᾶλλον τοῦ μὴ βούλεσθαι ἐλθεῖν πρὸς ἡμᾶς σιτία· Νικίας δὲ ἀφῖκται πάλαι καὶ Ἀνδρωνίδας. εἶ μὲν οὗν νῦν γε σύν Φιλίνῳ (πυνθάνομαι γὰρ αὐτὸν ἐξιέναι) διέγνωκας ἀφικνεῖσθαι πρὸς ἡμᾶς, τάχʼ ἂν εἴη σοι ἔτι ἀπολογία καὶ λυθείη ὁ πόλεμος· εἰ δὲ οὐδὲ σύν ἐκείνῳ διέγνωκας ἐξιέναι, σύ μὲν ἐπιστελεῖς διὰ παντὸς ἡμῖν ἀφίξεσθαι πρὸς ἡμᾶς, ἐγὼ δὲ ἅπαξ ἀνιάσομαι.
Περαιωθεὶς ἐπὶ Φύσκον, ἡσυχάσας ἐκείνην τὴν ἡμέραν, οὐχ ὑπʼ ἀργίας, ἀλλὰ μηκυνεῖν ἔδοξεν ἡ περὶ τὸ ἄσθμα νόσος, ὡς τὴν νύκτα ἐνέδωκε καὶ ῥᾴων ἐγενόμην, βαδίσας εἰς τὴν ʼʼΑμὸν ἐπεῖδον τὰ χωρία. καί μοι ἔδοξε καλὰ μὲν ἄλλως καὶ ποικίλα εἶναι τὰ χωρία (καὶ γὰρ ἐλαιῶν φυτὰ ἥν πολλὰ καὶ ἄμπελοι συχναὶ καὶ σπόριμα πλείονα καὶ νομαὶ καλαί), ἐπαύλιον δὲ οὐδὲ μέτριον, ἀλλὰ πάντα ἐρείπια.
ἐδέξατο δʼ ἡμᾶς ὁ Μυωνίδης φιλανθρώπως σφόδρα. τὰ μέντοι χωρία δυοῖν ταλάντων ἐπριάμην, καὶ νῦν ἐπαύλιόν τι μηχανῶμαι τοιοῦτον, οἷον ἂν μηχανῴμην ἐγὼ κεκτημένος βραχέα καὶ μέλλων ὅμως οἰκεῖν ἐνθάδε, μὰ τοὺς
θεοὺς οὐχ ἡδέως στερόμενος τῆς ἐμαυτοῦ πόλεως, καὶ μάλιστα τοιαύτης, ἐν δύναιτο ἄν τις ἧττον ἀλγεῖν ὑπολαμβάνων οἰκεῖν. ἔρρωσο.Ὁ δὴ Κίμων οἷα κατὰ πόλιν ἑκάστην καὶ αἰγιαλὸν ἡμᾶς δέδρακεν, οὐκ ἔθους, οὐ νόμου φειδόμενος οὐδενός. κατὰ θέαν εἰς ʼʼΙλιον ἀφικόμην τῆς τε γῆς καὶ θαλάττης. καὶ ἂ μὲν εἶδον αὐτόθι, γράφειν ἐπεὶ δοκεῖ ὕλην ἀφθονον ἔχειν, σιωπήσω· δέδοικα γάρ, μὴ ποιητικῆς λαβόμενος φλυαρίας ἀπειροκαλεύεσθαι δόξω. τὰ δὲ Κίμωνος ἔργα καὶ τὴν ἀκρασίαν, οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαἰ, δυναίμην ἂν ἀρκέσαι λέγων.
διατριβόντων γὰρ ἡμῶν πολλὰς ἡμέρας ἐν Ἰλίῳ καὶ μὴ πληρουμένων τῆς θέας τῶν τάφων (ἦν δέ μοι γνώμη μένειν, ἕως ἅπαντα ἐπεξέλθω τὰ ἐν τῇ Ἰλιάδι ἔπη πρὸς αὐτοῖς ἑκάστοις, ὑπὲρ ὧν τὰ ἔπη ἐστὶ γιγνόμενα), ἐμπίπτει ἡμέρα, ἐν ᾗ πειρῶνται τοὺς γάμους οἱ Ἰλιεῖς τῶν θυγατέρων, ὅσων ἐπιτρέπει ποιεῖν ἡ ὥρα.
ἐγένοντο δὲ συχναὶ αἱ γαμούμεναι. νενόμισται δὲ ἐν τῇ
Τρῳάδι γῇ τὰς γαμουμένας παρθένους ἐπὶ τὸν Σκάμανδρον ἔρχεσθαι, καὶ λουσαμένας ἀπʼ αὐτοῦ τὸ ἔπος τοῦτο ὥσπερ ἱερόν τι ἐπιλέγειν, λαβέ μου, κάμανδρε, τὴν παρθενίαν ἐν δὴ ταῖς ἄλλαις Καλλιρρόη ὄνομα παρθένος μεγάλη, πατρὸς δὲ οὐ τῶν ἐπιφανῶν, ἐπὶ τὸν ποταμὸν ἧκε λουσομένη.καὶ ἡμεῖς ἄμα τοῖς τε οἰκείοις τῶν γαμουμένων καὶ τοῖς ἄλλοις ὄχλοις πόρρωθεν τὴν ἑορτὴν καὶ τὰ λουτρὰ τῶν παρθένων, ᾗ θέμις αὐτὰ ἐξωτέρω ὁρᾶν, ἐθεώμεθα. ὁ δὲ καλὸς κἀγαθὸς Κίμων ἐγκρύπτεται εἰς θάμνον τοῦ καμάνδρου, καὶ στέφει ἑαυτὸν δόναξιν· ἦν δὲ αὐτῷ δηλαδὴ τὸ στρατήγημα τοῦτο καὶ ὁ λόχος ἐξ ἡμέρας ἐπὶ τὴν Καλλιρρόην εὐτρεπής.
λουομένης δὲ καὶ τὸ εἰωθὸς ἔπος, ὡς μετὰ ταῦτα ἐπυθόμην, λεγούσης, λαβέ μου, Σκάμανδρε, τὴν παρθενίαν, ἐκθορὼν ἐκ τῶν θάμνων ὁ Σκάμανδρος Κίμων ἡδέως ἔφη δέχομαι καὶ λαμιβάνω Καλλιρρόην Σκάμανδρος ὥν, καὶ πόλλʼ ἀγαθὰ ποιήσω σοι. ταῦτα ἄμα λέγων καὶ ἁρπάσας τὴν παῖδα αφανὴς γίγνεται.
οὐ μὴν καὶ τὸ πρᾶγμα ἀφανὲς γίγνεται, ἀλλὰ τέτταρσιν ὕστερον ἡμέραις πομπὴ μὲν ἦν Ἀφροδίτης, ἐπόμπευον δὲ αἱ νεωστὶ γεγαμημέναι, καὶ ἡμεῖς τὴν πομπὴν ἐθεώμεθα. ἡ δὲ νύμφη ἴδοῦσα τὸν Κίμωνα ὡς μηδὲν αὐτῷ κακὸν συνειδότα ἄμα ἐμοὶ
θεώμενον, προσεκύνησε, καὶ ἀποβλέψασα εἰς τὴν τροφόν, ὁρᾷς εἶπε, τίτθη, τὸν Σκάμανδρον, ῴ τὴν παρθενίαν ἔδωκα; καὶ ἡ τίτθη ἀκούσασα ἀνέκραγε, καὶ τὸ πρᾶγμα ἔκπυστον γίγνεται.