Epistolae
Aeschines
Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.
ὥστʼ ἔγωγε καὶ ἐπέσκηψα ἐνίοις τῶν προσηκόντων ἡμῖν, εἴ του δέοιντο, προσιέναι σοι, καὶ μηδενὸς ὑστερήσειν ὑπεσχόμην αὐτοῖς, καὶ αὐτὸς δὲ ἐπέστειλα περὶ ὡν ἔχρῃζον Ἀθήνησί μοι γενέσθαι πολλάκις· νῦν δʼ οὐδʼ ἐμποδὼν ἔτι οὗσιν ἡμῖν, οὐδὲ διενοχλοῦσι σοὶ οὐδʼ ἄλλῳ τινὶ Ἀθηναίων ἐπηρεάζεις, καὶ οὔτε εἰς τὴν τύχην ἀποβλέπεις
οὔτε εἰς ἄλλο τι τῶν ἀνθρωπίνων, ἀλλʼ ἐπαγωνίζῃ ἔτι καὶ ἐκπεπτωκόσι τῆς πατρίδος καὶ ἀπεστερημένοις ἐπιτιμίας καὶ πόλεως καὶ πολιτῶν καὶ φίλων.καὶ ὅσα μὲν εἰς ἐμὲ ἀπόντα ἐβλασφήμεις, σοὶ μὲν ἴσως φέροι ἄν τινα εκότως καὶ φθόνον καὶ μῖσος, ὥσπερ ἂν εἴ τινα τῶν τεθνεώτων ἐπιβάλλοιο βλασφημεῖν, ἐν οὕτω χρηστῇ τε καὶ φιλανθρώπῳ πόλει· ἐγὼ δὲ οὐκ ἄν διὰ ταῦτα φαυλότερος νομισθείην, ὑπὸ σοῦ λοιδορούμενος ἀπών, ἀτυχέστερος μέντοι καὶ ἐλεεινότερος ἴσω, ...ποτὲ μὲν οὐδενὸς ἥττων, νυνὶ δὲ οὐδεμίαν ὑπὲρ αὐτοῦ φωνὴν ἐκπέμπειν, ἀλλʼ οὐδὲ ἀκούειν λοιδορούμενος δύναμαι.
τὸ δὲ γέροντα ἐπιεικῆ ὑβρίζεσθαι, μηδεμίαν ἔτι ἐλπίδα ἔχοντα τοῦ δυνήσεσθαί ποτε ἀμύνασθαι, ὅς γε τὴν σήμπασαν ἐλπίδα ἐφʼ ἡμῖν ἀκμὴν ἔχει τοῖς μηδʼ αὐτοὺς σῴζειν ἔτι δυναμένοις, πῶς οὐκ αἰσχρόν ἐστιν; ἀλλὰ μὴ πρὸς τοῦ Διός, μὴ σύ γε, ὧ Κτησιφῶν, μηδὲ εἰ τὰ μάλιστα ἡμᾶς ἀνιᾶν ἔτι βούλει, καὶ εἰ μὴ πεπλήρωκέ σε μηδὲν τῶν ἡμετέρων κακῶν,
μίασμα τοῦτο προσθῇς σαυτῷ τε καὶ τοῖς παισίν, οὕς τρέφεις βοηθοὺς ἔσεσθαι δηλονότι τῷ γήρᾳ σου προσδοκῶν. καὶ μέμνησο, ὅτι οὐδὲ Αἰσχίνης εἰς τοῦτό ποτε ἀφίξεσθαι
ἤλπισεν, οὐδʼ ἀλλοί πολλοὶ καὶ ἔτι μᾶλλον ἀκμάσαντες ἐν τῇ ἑαυτῶν πόλει καὶ πολὑ λαμπρότεροι ἐμοῦ τε καὶ σοῦ γενόμενοι.ΑΙΣΧΙΝΗΣ ΤΗΙ ΒΟΥΛΗΙ KAΙ ΤΩΙ ΔΗΜΩΙ.
Οἱ μὲν ἄλλοι πάντες, ὅσοι φεύγουσιν ἀδίκως, ἢ δέονται τῶν πολιτῶν, ὅπως ἐπανέλθωσιν, ἢ διαμαρτόντες τούτου λοιδοροῦσι τὰς ἑαυτῶν πατρίδας, ὡς φαύλως αὐτοῖς προσφερομένας· ἐγὼ δὲ ἐπείπερ ἅπαξ ἀναξίως ὡν ἐπολιτευσάμην ήτύχησα, καὶ κατηγορῶν ἄλλων αὐτὸς ἑάλων, ἄχθομαι μέν, ὥσπερ εἰκός ἐστιν, ἀγανακτῶ δὲ οὐδέν.
οὐ γὰρ οὕτως ἔγωγε ήλίθιός εἶμι, ὥστε, ἐξ ἧς πόλεως Θεμιστοκλῆς ὁ τὴν Ἐλλάδα ἐλευθερώσας ἐξηλάθη, καὶ ὅπου Μιλτιάδης, ὅτι μικρὸν ῶφειλε τῷ δημοσίῳ, γέρων ὢν ἐν τῷ δεσμωτηρίῳ ἀπέθανε, ταύτῃ τῇ πόλει Αἰσχίνην τὸν Ἀτρομήτου φεύγοντα ἀγανακτεῖν οἴεσθαι δεῖν, εἴ τι τῶν εἰωθότων Ἀθήνησιν ἔπαθεν.
ἀλλʼ ἔγωγε καὶ λαμπρὸν εἰκότως μοι νομίσαιμιʼ ἂν αὐτὸ γενέσθαι, τὸ μετʼ ἐκείνων ἐν ἀδοξίᾳ παρὰ τοῖς ἔπειτα ἀνθρώποις καὶ ἄξιος τοῦ ὄμοια παθεῖν ἐκείνοις γεγονέναι.
Ἐπεὶ δοκεῖ σοι πυνθάνεσθαι περὶ Κλεοκράτους, ὅστις ἐστὶν ὁ Κλεοκράτης, ἄκουε· παύσῃ γὰρ οὐ προῖκαʼ πολυπραγμονῶν, οὐδʼ ἄπει πρὶν μακρᾶς ἀκοῦσαι διηγήσεως. τὸ μὲν γὰρ γένος ἐστὶν ἀπάντων ἀνδρῶν Ἐλλήνων οὐκ ἐν ἀφανεστάτοις, Ἀρίφρονα τὸν ἐκ Δαμαγήτου εἴ που πυνθάνοιο, ὅν που καὶ ὁ μέγας αἴρει Πίνδαρος. ἀλλʼ ὅπως μὴ γέλωτα ὀφλισκάνῃς ζητῶν, ὅστις ἐστὶν ὁ Πίνδαρος.
τουτὶ μὲν γὰρ οἶμαι ὅτι καὶ παρὰ Μαντίᾳ τῷ γραμματιστῇ ἄμα ἐμοί ποτε ἔμαθες τὸ γράμμα· καὶ εἰ μηδενὸς ἔτι τῶν παρὰ Μαντίᾳ μνημονεύεις, ἐν γοῦν ταῖς ἐκκλησίαις Μελανώπου ἑκάστοτε ἀκούεις λέγοντος, ὡ ταὶ λιπαραὶ καὶ ἀοίδιμοι ἁλιάδος ἔρεισμʼ Ἀθᾶναι;
καὶ ὅτι Πινδάρου τοῦ Θηβαίου τὸ ἔπος τοῦτό ἐστι, λέγοντος, καὶ ὅτι ἐζημίωσκν αὐτὸν Θη βαῖοι τοῦτο ποιήσαντα τὸ ἔπος, οἷ δὲ ἡμέτεροι πρόγονοι διπλῆν αὐτῷ τὴν ζημίαν ἀπέδοσαν μετὰ τοῦ καὶ εἰκόνι χαλκῇ τιμῆσαι· καὶ ἥν αὕτη καὶ εἰς ἡμᾶς ἔτι, πρὸ τῆς βασιλείου στοᾶς καθήμενος ἐνδύματι καὶ λύρᾳ ὁ Πίνδαρος, διάδημα ἔχων καὶ ἐπὶ τῶν γονάτων
ἀνειλιγμένον βιβλίον.