Epistolae

Aeschines

Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.

ἄξιον δὲ καὶ ἄ λέγειν αὐτοὺς πυνθάνομαι λογίσασθαι μεθʼ ὑμῶν, ὡς καινὰ καὶ θαυμαστὸν ὅσον εἰς ἂ βούλονται πρᾶξαι συλλαβεῖν δυνάμενα, φάσκοντας δεῖν ὑμᾶς ὁμονοεῖν, ὥσπερ ὑμᾶς οὐκ ἐπισταμένους, ὅτι τοῦτο μὲν πάσῃ πόλει, καὶ πολεμεῖν καὶ εἰρήνην ἄγειν βουλουμένῃ, κράτιστόν ἐστιν.

δεῖ δὲ οὐ τοῦτο σκοπεῖν, εἰ ὁμονοητέον ὑμῖν πολεμοῦσιν ὑπὲρ τῶν Ἑλλήνων· ὁμονοητέον γὰρ καὶ πολεμοῦσι καὶ μὴ παντὸς εἵνεκα· ἀλλʼ εἰ βουλομένοις πολεμεῖν καὶ ὁμοκἂν

νοεῖν, ὡς ἴσμεν ἄπαντες, αὐτάρκης ἐστὶν ἡ δύναμις. ἕως δʼ ἂν μήτε στρατιάς, ἄς πολεμοῦντες ἕξομεν, μήτε χρημάτων πόρους δεικνύωσιν, ἀλλὰ τὴν Ἀθηνᾶν ἔγγυον διδῶσι τοῦ πολέμου, μηδὲν Δημοσθένους διαφέρειν αὐτοὺς αὐτίκα νομίζετε.

ἀλλʼ ἐκεῖνον μέν, ὥσπερ ἥν ἄξιος παραπλὴξ τὴν διάνοιαν ὥν, κατελύσατε εἰκότως· τούτοις δὲ ἀποχρησάτω μηδὲν παθεῖν κακὸν παραδόξους λόγους μελετῶσι, καὶ μηδὲ λείψανον ἐῶσιν ἡμῖν τι τῶν πραγμάτων, ἀλλὰ καὶ τούτων φθονοῦσι, πράττειν δʼ ἀεὶ βουλομένοις, ἕως ἂν τὸ Θηβαίων πολιτεύσωνται πολίτευμα, μηλόβοτον ἡμῶν γενέσθαι τὴν χώραν καὶ κατασκαφῆναι τὴν πόλιν ἀναγκάσαντες. οὐ γάρ, εἰ κακῶς ἔχει τὰ πράγματα, διὰ τοῦτο οὐδέν, ὅπως μὴ χεῖρον ἔξει, φροντιστέον.

AΙΣΧΙΝΗΣ ΑΘΗΝΑΙΩΝ ΒΟΥΛΗΙ KAΙ ΤΩΙ ΔΗΜΩΙ.

Κγὼ προσῆλθον τῷ πολιτεύεσθαι γεγονὼς ἔτη τρία καὶ τριάκοντα, μὰ Δίʼ οὐ τριταγωνιστεῖν μαθών, ὡς Δημοσθένης ἔλεγεν, ἀλλὰ καὶ τραφεὶς ἐλευθερίως, καὶ παιδείας φροντίσας τὰ μέτρια, καὶ λόγων οἵους λέγειν

ἐν Ἀθήναις ἔπρεπε.

καὶ τούτους οὐκ εἰς συκοφαντίανʼ γυμνάσας, οὐδά τινι τῶν πολιτῶν δίκην δικασάμενος εὑρεθήσομαι λαβὼν ἀργύριον, οὐδὲ ὕβρεις ἀποδόμενος,| ἀλλʼ οὐδὲ ὑβρισθεὶς ὅλως οὐδὲ ἀφορμὴν προπηλακισμοῦ παρασχών, οὐδὲ εἰς δίκην τινὰ τῶν πολιτῶν καταστύσας, ἔξω Τιμάρχου μόνου.

καὶ οὐκ ἀλαζονεύομαι πρὸς ὑμᾶς, ὡς πολλὰ πάνυ λαβεῖν ἐξόν μοι χρήματα μὴ λαβών, ἀλλʼ ὡς ἥν προσῆκον, δίκην κατὰ τοὺς νόμους λαβών. καὶ μετὰ ταῦτα πάλιν Κτησιφῶντα, πολλὰʼ μὲν ὑπʼ αὐτοῦ παθών, πολλὰ δὲ ὑπὸ Δημοσθένους, παρανόμων ἐγραψάμην, δικαιοτάτην ὥ θεοὶ γραφήν.

καὶ οὐδὲν θαυμαστόν, εἰ καὶ τῶν νόμων τῶν ὑμετέρων καὶ τῶν ἐμῶν λόγων ἡ Δημοσθένους δεινότης κρείττων ἐγένετο. ἐφάνη δὲ ἰσως ἐφʼ οἷς κατηγορήθην πρότερον ὑπὸ Δημοσθένους, πολὺ μείζοσι δηλονότι τούτων οὗσι, διʼ ἄ νῦν ἐξέπεσον, οὐ μικρὸν δεῖγμα τοῦτο τοῦ καλῶς πολιτεύεσθαι νομίζεσθαι, ὅτι οὐδὲ Δημοσθένους κατηγοροῦντος ἑάλων.

μετὰ δὲ ταύτην τὴν συμφορὰν καὶ τελέως καταφανῆ πᾶσι τοῖς Ἐλλησιν, οὐχ ὅπως μόνοις ὑμῖν, ἐμαυτὸν οἴομαι γεγονέναι. τίς γὰρ οὐκ οἶδεν, ὅτι ἀποθανόντες οἱ ἄνθρωποι οὕτω καὶ φεύγοντες ἐκ τῶν πατρίδων, τότε δὴ καὶ μάλιστα, ὁποῖοί τινες ἐγένοντο τοὑς τρόπους, διαδείκνυνται;

και γαρ ἅ συνεχρυπτον αυτοὶ πρόστερον, ἐκ μέσου γενομένων ἐκείνων ἀναφαίνεται καθαρῶς· αἰτιᾶται γὰρ πολὑ μᾶλλον αὐτοὑς τῶν ἐχθρῶν ἕκαστος οὐδὲν ἀντ|ειπεῖν δυναμένους. οἷ δὲ δὴ φεύγοντες ἐπὶ τοιαύταις αἰτίαις, ὡς τὰ τῶν πολεμίων ἀεὶ προαιρούμενοι, καὶ παντελῶς δεικνύουσι καὶ τοὺς τρόπους καὶ τὰς ἐν τῷ πολιτεύεσθαι γενομένας αὐτοῖς γνώμας καταφανεῖς· καὶ γὰρ καὶ ὅπως φέρουσι τὰς συμφοράς, καὶ ὡς διάκεινται πρὸς τὰς ἑαυτῶν πατρίδας, ἐξετάζονται σαφῶς.

ἆρʼ οὖν καὶ Φιλίππῳ προδοὺς τὴν ἐμαυτοῦ πατρίδα, καὶ παραπρεσβεύσας τοιαῦτα κατὰ τῆς πόλεως, καὶ ἀεὶ θεραπεύσας Μακεδόνας, ἐπειδὴ τάχιστα φεύγων παρʼ ὑμῶν ᾠχόμην, πρὸς Ἀλέξανδρον ἀπηλλάγην, χάριν τε ὧν παρεσχόμην αὐτῷ κομιούμενος καὶ προμηθείας δηλονότι τευξόμενος παρʼ αὐτοῦ;