Epistolae
Aeschines
Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.
ὡς δὲ ἐπιμείναντος αὐτόθι οὐκ ἐνεδίδου ἡ νόσος, διέπλευσα εἰς Ρόδὸν, καὶ ἐδέξατο ἡμᾶς εὐμενῶς ὁ τόπος· εὐθὺς γὰρ
ὡς ἀφικόμην, πολὑ ῥᾴων ἐγενόμην. καὶ ταυτὶ μὲν ἔχομέν σοι τέως ἐπιστέλλειν· τὰ δʼ ἄλλα ὡς ἂν ἕκαστα συμβαίνῃ, δηλώσομεν. εὐτύχει, καὶ μὴ πολιτεύου μηδὲ πρόσκρουε μήτε τοῖς πλέον σοῦ μήτε τοῖς ἔλαττον δυναμένοις.ΚΤΗΣΙΦΩΝΤΙ.
Ἐπέστειλεν ἡμῖν Νικόστρατος ὁ πρὸς μητρὸς θεῖος, ὡς ἐπηρεάζοις μὲν εἰς αὐτὸν οὐ μετρίως, ἐμοὶ δὲ ὀνειδίζοις τὴν διὰ σέ μοι συμβᾶσαν συμφοράν. ἐγὼ δὲ θαυμάζω, τί παθὼν ἐξιοῦσι μὲν ἡμῖν οἴκοθεν τοιαῦτα διελέχθης, ὥστε πεισθῆναί με μηδὲν ὡν διελέχθης πεπλάσθαι σε μηδʼ ἄλλως φρονεῖν, βλέποντα πρῶτον μὲν εἰς τὴν ἐμὴν συμφοράν, ἢν οὐκ ἀπεικὸς εἶναι καὶ τοὺς ἐχθροὺς ἐλεεῖν ὑπελάμβανον, ἔπειτα δὲ εἰς τὸ τοῦ προσῇ ὤπου σου σκυθρωπὸν καὶ ὄμοιον δεδακρυμένῳ·
ὥστʼ ἔγωγε καὶ ἐπέσκηψα ἐνίοις τῶν προσηκόντων ἡμῖν, εἴ του δέοιντο, προσιέναι σοι, καὶ μηδενὸς ὑστερήσειν ὑπεσχόμην αὐτοῖς, καὶ αὐτὸς δὲ ἐπέστειλα περὶ ὡν ἔχρῃζον Ἀθήνησί μοι γενέσθαι πολλάκις· νῦν δʼ οὐδʼ ἐμποδὼν ἔτι οὗσιν ἡμῖν, οὐδὲ διενοχλοῦσι σοὶ οὐδʼ ἄλλῳ τινὶ Ἀθηναίων ἐπηρεάζεις, καὶ οὔτε εἰς τὴν τύχην ἀποβλέπεις
οὔτε εἰς ἄλλο τι τῶν ἀνθρωπίνων, ἀλλʼ ἐπαγωνίζῃ ἔτι καὶ ἐκπεπτωκόσι τῆς πατρίδος καὶ ἀπεστερημένοις ἐπιτιμίας καὶ πόλεως καὶ πολιτῶν καὶ φίλων.