Cynegetica
Oppian of Apamea
Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἄρμενα καὶ θήρεσσι καὶ ἔθνεσιν ἠδὲ χαράδραις,
- μυρία· τίς κεν ἅπαντα μιῇ φρενὶ χωρήσειεν
- εἰπέμεναι κατὰ μοῖραν ὑπʼ εὐκελάδοισιν ἀοιδαῖς;
- τίς δʼ ἂν πάντʼ ἐσίδοι; τίς δʼ ἄν τόσον ὠπήσαιτο
- θνητὸς ἐών; μοῦνοι δὲ θεοὶ ῥέα πάνθʼ ὁρόωσιν.