Cynegetica
Oppian of Apamea
Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- καὶ πόθεν, οὐκ ἐδάην, φράζω δʼ οὖν[*](οὐχ most MSS.: corr. Brunck.) ὡς δεδάηκα,
- εἴτʼ οὖν ἐκ πέτρης ὀλοὸν τόδε φῦλον ἐπῆλθεν,
- εἴτʼ αὐτόχθονές εἰσιν, ἐπαντέλλουσι δὲ γαίης,
- εἴτε πρὸς ἀλλήλων, τέρας ἄγριον, ἐκφύονται
- νόσφι πόθων καὶ νόσφι γάμων καὶ νόσφι τόκοιο.
- ἤδη καὶ διεροῖσιν ἐν ὑγροπόροιο θαλάσσης
- βένθεσιν αὐτόρρεκτα φύει καὶ ἀμήτορα φῦλα,
- ὄστρεά[*](ὄστρεον BCDE: ὀστρέων FHM.) τʼ[*](τʼ after ὄστρεα Schneider, om. MSS.) ἠπεδαναί τʼ ἀφύαι κόχλων τε γένεθλα
- ὄστρακά τε στρόμβοι τε, τά τε ψαμάθοισι φύονται.
- Μοῦσα φίλη, βαιῶν οὔ μοι θέμις ἀμφὶς ἀείδειν·
- οὐτιδανοὺς λίπε θῆρας, ὅσοις μὴ κάρτος ὀπηδεῖ,
- πάνθηρας χαροποὺς ἠδʼ αἰλούρους κακοεργούς,
- τοί τε κατοικιδίῃσιν ἐφωπλίσσαντο καλιαῖς,
- καὶ τυτθοὺς ἀταλοὺς ὀλιγοδρανέας τε μυωξούς·
- τοὶ δʼ ἤτοι σύμπασαν ἐπιμύουσι μένοντες
- χειμερίην ὥρην, δέμας ὕπνοισιν μεθύοντες·
- δύσμοροι, οὔτε βορὴν ἑλέειν, οὐ φέγγος ἰδέσθαι·
- φωλειοῖσι δʼ ἑοῖς ὕπνον τοσσοῦτον ἔχουσιν,
- ᾗς νέκυες κεῖνται, δυσχείμερον οἶτον ἑλόντες.
- αὐτὰρ ἐπὴν ἔαρος πρῶται γελάσωσιν ὀπωπαί,