Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. διογενὴς πρῶτος Λακεδαιμόνιος Πολυδεύκης·
  2. καὶ γὰρ πυγμαχίῃσι λυγροὺς ἐναρίξατο φῶτας
  3. καὶ σκυλάκεσσι θοαῖς βαλίους ἐδαμάσσατο θῆρας.
  4. ἔξοχα δʼ ἐν σταδίοισιν ὀρειοτέροισι μόθοισιν
  5. Οἰνείδης ἤστραψεν ἐνυάλιος Μελέαγρος.
  6. ἄρκυας αὖτε βρόχους τε καὶ ἀγκύλα δίκτυα πρῶτος
  7. Ἱππόλυτος μερόπεσσιν ἐπακτήρεσσιν ἔφηνε.
  8. Σχοινῆος πρώτη δὲ κλυτὴ θυγάτηρ Ἀταλάντη
  9. θηρσὶ φόνον πτερόεντα συηβόλος εὕρετο κούρη.
  10. νυκτερίους δὲ δόλους, νυχίην πανεπίκλοπον ἄγρην,
  11. Ὠρίων πρώτιστος ἐμήσατο κερδαλεόφρων.
  12. τόσσοι μὲν θήρης κρατεροὶ πάρος ἡγεμονῆες.
  13. πολλοὺς δʼ αὖ μετόπισθεν ἔρως ἐδαμάσσατο δριμύς·
  14. οὐ γάρ τις κέντροισι δαμεὶς ἄγρης ἐρατεινῆς
  15. αὖθις ἑκὼν λείψειεν· ἔχει δέ μιν ἄσπετα δεσμά.
  16. οἷος μὲν γλυκὺς ὕπνος ἐπʼ ἄνθεσιν εἴαρος ὥρῃ,
  17. οἵη δʼ αὖτε θέρευς γλυκερὴ σπήλυγγι χαμεύνη,
  18. οἵη δʼ ἐν σκοπέλοισιν ἐπακτήρεσσι πάσασθαι