Halieutica
Oppian
Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἔνθʼ οἱ μὲν δύνουσιν ὑπὸ γλαφυρῇς σπιλάδεσσι,
- τοὶ δὲ περιστήσαντο λίνων εὐερκέα πάντῃ
- δίκτυα κυκλώσαντες, ἅτʼ ἀνδράσι δυσμενέεσσι
- διπλὰ περιπροβαλόντες ἀνάρσια τείχεα πέτρης.
- καὶ τότʼ ἀνὴρ ἄργιλον ὁμοῦ πίειραν ἀείρας
- ῥίζαν θʼ, ἣν κυκλάμινον ἐφήμισαν ἰητῆρες,
- μίξας ἐν παλάμῃσι δύω φυρήσατο μάζας·
- πόντῳ δʼ ἐγκατέπαλτο λίνων ὕπερ, ἀμφὶ δʼ ἄρʼ αὐταῖς
- κοιλάσι καὶ θαλάμῃσι δυσαέα φάρμακʼ ἄλειψε
- χρίσματος ἐχθοδοποῖο καὶ ἐξεμίηνε θάλασσαν.
- καὶ τὸν μὲν παλίνορσον ὀλέθρια φαρμάξαντα
- δέξατο ναῦς· τοὺς δʼ αἶψα κακὴ καὶ ἀνάρσιος ὀδμὴ
- πρῶτα μὲν ἐν θαλάμῃσιν ἱκάνεται· ἀχλύϊ δʼ ὄσσε
- καὶ κεφαλὴ καὶ γυῖα βαρύνεται, οὐδὲ δύνανται
- μίμνειν ἐν κευθμῶσιν, ἀτυζόμενοι δὲ χέονται
- ἐκτὸς ἀπὸ σπιλάδων· ἡ δέ σφισι πουλὺ θάλασσα
- πικροτέρη· τοῖον γὰρ ἐν οἴδμασι πῆμα πέφυρται.
- οἱ δʼ ὥστʼ οἰνοβαρεῖς, ὀλοῇ μεθύοντες ἀϋτμῇ,
- πάντῃ δινεύουσι καὶ οὔποθι χῶρον ἔχουσι
- λειπόμενον κακότητος, ἐπαΐγδην δὲ λίνοισι