Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δεύτερα δὲ Ῥοδανοῖο παρὰ στόμα θηρητῆρες
  2. Κελτοὶ Φωκαίης τε παλαίφατοι ἐνναετῆρες·
  3. τὸ τρίτον ἀγρώσσουσιν ὅσοι Τρινακρίδι νήσῳ
  4. ἐνναέται πόντου τε παρʼ οἴδμασι Τυρσηνοῖο.
  5. ἔνθεν ἀπειρεσίοις ἐνὶ βένθεσιν ἄλλοθεν ἄλλος
  6. κίδνανται καὶ πᾶσαν ἐπιπλώουσι θάλασσαν.
  7. πολλὴ δʼ ἔκπαγλός τε παρίσταται ἰχθυβόλοισιν
  8. ἄγρη, ὅτʼ εἰαρινὸς θύννων στρατὸς ὁρμήσωνται.