Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. Ζηνὸς μὲν ῥυτῆρα, Τυφαόνιον δʼ ὀλετῆρα.
  2. κεῖνος γὰρ δείπνοισιν ἐπʼ ἰχθυβόλοισι δολώσας
  3. σμερδαλέον Τυφῶνα παρήπαφεν, ἔκ τε βερέθρου
  4. δύμεναι εὐρωποῖο καὶ εἰς ἁλὸς ἐλθέμεν ἀκτήν·
  5. ἔνθα μιν ὀξεῖαι στεροπαὶ ῥιπαί τε κεραυνῶν
  6. ζαφλεγέες πρήνιξαν· ὁ δʼ αἰθόμενος πυρὸς ὄμβροις
  7. κρᾶθʼ ἑκατὸν πέτρῃσι περιστυφελίζετο πάντῃ
  8. ξαινόμενος· ξανθαὶ δὲ παρʼ ἠϊόνεσσιν ἔτʼ ὄχθαι