Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. οἴνῳ, ἐνεψηθέντα πόροις καμάτοισι μελίσσης,
  2. καί κεν ἐπικρατέουσαν ἀπεχθέα νοῦσον ἀλάλκοις
  3. φωτὸς, ὁ δ’ ἀσφαλέεσσι πάλιν μετὰ ποσσὶν ὁδεύοι.
  4. Δεύτερα δ’ αἰγλήεντος ἐπιφράζευ πόσιν ἐχθρὴν
  5. κιρναμένην ὀλοοῦ ψιμυθίου, ἢ τε γάλακτι
  6. πάντοθεν ἀφρίζοντι νέην εἰδήνατο χροιὴν,
  7. πελλίσιν ἐν γρώνῃσιν ὅτ’ εἴαρι πῖον ἀμέλξαις
  8. Τοῦ μὲν ὑπὲρ γένυάς τε καὶ ᾗ ῥυσαίνεται οὖλα
  9. ἀφρὸς ἐπιστύφων ἐμπλάσσεται, ἀμφὶ καὶ ὁλκὸς
  10. τέτρηχε γλώσσης, νέατος δ’ ὑποκάρφεται ἰσθμός·
  11. ξηρὰ δ’ ἐπιλλύζων ὀλοῇ χελλύσσεται ἄτῃ·