Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. καστηνοῦ, καρύοιο λαχυφλοίοιο κάλυμμα,
  2. νείαιραν τόθι σάρκα περὶ σκύλος αὖον ὀπάζει
  3. δυσλεπέος καρύοιο, τὸ Καστανὶς ἔτρεφεν αἶα.
  4. ῥεῖα δὲ νάρθηκος νεάτην ἐξαίνυσο νηδὺν,
  5. ὅς τε Προμηθείοιο κλοπὴν ἀνεδέξατο φώρης·
  6. σὺν δὲ καὶ ἑρπύλλοιο φιλοζώοιο πέτηλα,
  7. εὐφίμου τ’ ἀπὸ καρπὸν ἅλις καταβάλλεο μύρτου·
  8. ἢ καί που σιδόεντος ἀποβρέξαιο κάλυμμα
  9. καρπείου, μιγάδην δὲ βαλὼν ἐμπίσεο μήλοις,
  10. ὄφρ’ ἂν ἔπι στῦφόν τι ποτῷ, νοῦσον δὲ κεδάσσεις.
  11. Ἰξιόεν δέ σε μή τι δόλῳ παρὰ χείλεσι πῶμα