Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ῥυσαλέην ἑδανοῖο καὶ ἐκ ψιθίης ἑλίνοιο
  2. κείροντες θλίβωσιν, ὅτε ῥοιζηδὰ μέλισσαι,
  3. πεμφρηδὼν, σφῆκές τε καὶ ἐκ βέμβικες ὄρειαι
  4. γλεῦκος ἅλις δαίνυνται ἐπὶ ῥαγέεσσι πεσοῦσαι,
  5. πιοτέρην ὅτε βότρυν ἐσίνατο κηκὰς ἀλώπηξ.
  6. Καί τε σὺ κωνείου βλαβόεν τεκμαίρεο πῶμα·
  7. κεῖνο ποτὸν δὴ γάρ τε καρήατι φοινὸν ἰάπτει
  8. νύκτα φέρον σκοτόεσσαν· ἐδίνησεν δὲ καὶ ὄσσε,
  9. ἴχνεσι δὲ σφαλεροί τε καὶ ἐμπλάζοντες ἀγυιαῖς
  10. χερσὶν ἐφερπύζουσι· κακὸς δ’ ὑπὸ νείατα πνιχμὸς 190
  11. ἴσθμια καὶ φάρυγος στεινὴν ἐμφράσσεται οἶμον·