Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἢν δʼ ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν
- ξυστειλάμεναι θαἰμάτια· τὸν πώγωνά τε
- ὅταν καθῶμεν ὃν περιδησόμεσθʼ ἐκεῖ,
- τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθʼ ὁρῶν;
- Ἀγύρριος γοῦν τὸν Προνόμου πώγωνʼ ἔχων
- λέληθε· καίτοι πρότερον ἦν οὗτος γυνή·
- νυνὶ δʼ, ὁρᾷς, πράττει τὰ μέγιστʼ ἐν τῇ πόλει.
- τούτου γε τοίνυν τὴν ἐπιοῦσαν ἡμέραν
- τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα,
- ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα
- δυνώμεθʼ, ὥστʼ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν·