Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. εἶναι φιλόκυβον αὐτόν· ἀλλʼ οὐδὲν λέγει.
Σωσίας
  1. μὰ Δίʼ, ἀλλʼ ἀφʼ αὑτοῦ τὴν νόσον τεκμαίρεται.
Ξανθίας
  1. οὔκ, ἀλλὰ φιλο μέν ἐστιν ἀρχὴ τοῦ κακοῦ.
  2. ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλον
  3. εἶναι φιλοπότην αὐτόν.
Σωσίας
  1. οὐδαμῶς γʼ, ἐπεὶ
  2. αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν ἡ νόσος.
Ξανθίας
  1. Νικόστρατος δʼ αὖ φησιν ὁ Σκαμβωνίδης
  2. εἶναι φιλοθύτην αὐτὸν ἢ φιλόξενον.
Σωσίας
  1. μὰ τὸν κύνʼ ὦ Νικόστρατʼ οὐ φιλόξενος,
  2. ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος.
Ξανθίας
  1. ἄλλως φλυαρεῖτʼ· οὐ γὰρ ἐξευρήσετε.
  2. εἰ δὴ ʼπιθυμεῖτʼ εἰδέναι, σιγᾶτε νῦν.
  3. φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου.
  4. φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ,