Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθʼ, ὡς ὅστις ἂν ὑμῶν
  2. ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται·
  3. αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος ἔλθῃ·
  4. καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθʼ ἑαυτοῦ,
  5. ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύʼ ὄντε
  6. ἐσπουδάκατον, κᾆθʼ ὡς πρίονθʼ ὁ μὲν ἕλκει ὁ δʼ ἀντενέδωκε·
  7. σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε λέληθεν.
Φιλοκλέων
  1. ταυτί με ποιοῦσʼ; οἴμοι τί λέγεις; ὥς μου τὸν θῖνα ταράττεις,
  2. καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον, κοὐκ οἶδʼ ὅ τι χρῆμά με ποιεῖς.
Βδελυκλέων
  1. σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν
  2. ὑπὸ τῶν ἀεὶ δημιζόντων οὐκ οἶδʼ ὅπῃ ἐγκεκύκλησαι,
  3. ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου μέχρι Σαρδοῦς
  4. οὐκ ἀπολαύεις πλὴν τοῦθʼ ὃ φέρεις ἀκαρῆ· καὶ τοῦτʼ ἐρίῳ σοι
  5. ἐνστάζουσιν κατὰ μικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχʼ ὥσπερ ἔλαιον.
  6. βούλονται γάρ σε πένητʼ εἶναι· καὶ τοῦθʼ ὧν οὕνεκʼ ἐρῶ σοι,