Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καὶ πάνυ σεμνοί.
  2. καὶ σὺ δέδοικάς με μάλιστʼ αὐτός·
  3. νὴ τὴν Δήμητρα δέδοικας, ἐγὼ δʼ
  4. ἀπολοίμην εἴ σε δέδοικα.
Χορός
  1. οὐπώποθʼ οὕτω καθαρῶς
  2. οὐδενὸς ἠκούσαμεν οὐδὲ
  3. ξυνετῶς λέγοντος.
Φιλοκλέων
  1. οὔκ, ἀλλʼ ἐρήμας ᾤεθʼ οὕτω ῥᾳδίως τρυγήσειν.
  2. καλῶς γὰρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κράτιστός εἰμι.
Χορός
  1. ὡς δʼ ἐπὶ πάντʼ ἐλήλυθεν