Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οἱ δὲ σκώπτουσʼ, ἵνʼ ἐγὼ γελάσω καὶ τὸν θυμὸν καταθῶμαι.
  2. κἂν μὴ τούτοις ἀναπειθώμεσθα, τὰ παιδάριʼ εὐθὺς ἀνέλκει
  3. τὰς θηλείας καὶ τοὺς υἱεῖς τῆς χειρός, ἐγὼ δʼ ἀκροῶμαι·
  4. τὰ δὲ συγκύψανθʼ ἅμα βληχᾶται· κἄπειθʼ ὁ πατὴρ ὑπὲρ αὐτῶν
  5. ὥσπερ θεὸν ἀντιβολεῖ με τρέμων τῆς εὐθύνης ἀπολῦσαι·
  6. εἰ μὲν χαίρεις ἀρνὸς φωνῇ, παιδὸς φωνὴν ἐλεήσαις·
  7. εἰ δʼ αὖ τοῖς χοιριδίοις χαίρω, θυγατρὸς φωνῇ με πιθέσθαι.
  8. χἠμεῖς αὐτῷ τότε τῆς ὀργῆς ὀλίγον τὸν κόλλοπʼ ἀνεῖμεν.
  9. ἆρʼ οὐ μεγάλη τοῦτʼ ἔστʼ ἀρχὴ καὶ τοῦ πλούτου καταχήνη;
Βδελυκλέων
  1. δεύτερον αὖ σου τουτὶ γράφομαι, τὴν τοῦ πλούτου καταχήνην·