Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων.
- εἶτʼ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας,
- ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει.
- ὀρθῶς γε τοῦτʼ Ἀλκιβιάδης ἐτραύλισεν.
- οὔκουν ἐκεῖνʼ ἀλλόκοτον, ὁ Θέωρος κόραξ
- γιγνόμενος;
- ἥκιστʼ, ἀλλʼ ἄριστον.
- πῶς;
- ὅπως;
- ἄνθρωπος ὢν εἶτʼ ἐγένετʼ ἐξαίφνης κόραξ·