Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τοῦ δʼ ἔφεξιν ὦ μάταιε ταῦτα δρᾶν σε βούλεται;
  2. καὶ τίνα πρόφασιν ἔχων;
Φιλοκλέων
  1. οὐκ ἐᾷ μʼ ὦνδρες δικάζειν οὐδὲ δρᾶν οὐδὲν κακόν,
  2. ἀλλά μʼ εὐωχεῖν ἕτοιμός ἐστʼ· ἐγὼ δʼ οὐ βούλομαι.
Χορός
  1. τοῦτʼ ἐτόλμησʼ ὁ μιαρὸς χανεῖν
  2. ὁ Δημολογοκλέων ὅδʼ,
  3. ὅτι λέγεις σύ τι περὶ τῶν νεῶν
  4. ἀληθές. οὐ γὰρ ἄν ποθʼ
  5. οὗτος ἁνὴρ τοῦτʼ ἐτόλμησεν
  6. λέγειν, εἰ