Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. διατινθαλέῳ σπόδισον ταχέως,
  2. κἄπειτʼ ἀνελών μʼ ἀποφυσήσας
  3. εἰς ὀξάλμην ἔμβαλε θερμήν·
  4. ἢ δῆτα λίθον με ποίησον ἐφʼ οὗ
  5. τὰς χοιρίνας ἀριθμοῦσι.
Χορός
  1. τίς γάρ ἐσθʼ ὁ ταῦτά σʼ εἵργων
  2. κἀποκλῄων τῇ θύρᾳ; λέξον·
  3. πρὸς εὔνους γὰρ φράσεις.
Φιλοκλέων
  1. οὑμὸς υἱός. ἀλλὰ μὴ βοᾶτε· καὶ γὰρ τυγχάνει
  2. οὑτοσὶ πρόσθεν καθεύδων. ἀλλʼ ὕφεσθε τοῦ τόνου.
Χορός
  1. τοῦ δʼ ἔφεξιν ὦ μάταιε ταῦτα δρᾶν σε βούλεται;
  2. καὶ τίνα πρόφασιν ἔχων;
Φιλοκλέων
  1. οὐκ ἐᾷ μʼ ὦνδρες δικάζειν οὐδὲ δρᾶν οὐδὲν κακόν,
  2. ἀλλά μʼ εὐωχεῖν ἕτοιμός ἐστʼ· ἐγὼ δʼ οὐ βούλομαι.
Χορός
  1. τοῦτʼ ἐτόλμησʼ ὁ μιαρὸς χανεῖν