Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τηροῦμαι δʼ ὑπὸ τῶνδʼ, ἐπεὶ
  2. βούλομαί γε πάλαι μεθʼ ὑμῶν
  3. ἐλθὼν ἐπὶ τοὺς καδίσκους
  4. κακόν τι ποιῆσαι.
  5. ἀλλʼ ὦ Ζεῦ Ζεῦ μέγα βροντήσας
  6. ἤ με ποίησον καπνὸν ἐξαίφνης
  7. ἢ Προξενίδην ἢ τὸν Σέλλου
  8. τοῦτον τὸν ψευδαμάμαξυν.
  9. τόλμησον ἄναξ χαρίσασθαί μοι,
  10. πάθος οἰκτίρας· ἤ με κεραυνῷ