Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. εἶτʼ ἴσως κεῖται πυρέττων.
  2. ἔστι γὰρ τοιοῦτος ἁνήρ.
  3. ἀλλʼ ὦγάθʼ ἀνίστασο μηδʼ οὕτω σεαυτὸν
  4. ἔσθιε μηδʼ ἀγανάκτει.
  5. καὶ γὰρ ἀνὴρ παχὺς ἥκει
  6. τῶν προδόντων τἀπὶ Θρᾴκης·
  7. ὃν ὅπως ἐγχυτριεῖς.
  8. ὕπαγʼ ὦ παῖ ὕπαγε.
Παίς
  1. ἐθελήσεις τί μοι οὖν ὦ
  2. πάτερ, ἤν σού τι δεηθῶ;