Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πάρεσθʼ ὃ δὴ λοιπόν γʼ ἔτʼ ἐστίν, ἀππαπαῖ παπαιάξ,
  2. ἥβης ἐκείνης ἡνίκʼ ἐν Βυζαντίῳ ξυνῆμεν
  3. φρουροῦντʼ ἐγώ τε καὶ σύ· κᾆτα περιπατοῦντε νύκτωρ
  4. τῆς ἀρτοπώλιδος λαθόντʼ ἐκλέψαμεν τὸν ὅλμον,
  5. κᾆθʼ ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.
  6. ἀλλʼ ἐγκονῶμεν ὦνδρες, ὡς ἔσται Λάχητι νυνί·
  7. σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν.
  8. χθὲς οὖν Κλέων ὁ κηδεμὼν ἡμῖν ἐφεῖτʼ ἐν ὥρᾳ
  9. ἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰν
  10. ἐπʼ αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰ
  11. σπεύδωμεν ὦνδρες ἥλικες πρὶν ἡμέραν γενέσθαι.
  12. χωρῶμεν ἅμα τε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν,
  13. μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ.
Παίς
  1. τὸν πηλὸν ὦ πάτερ πάτερ τουτονὶ φύλαξαι.
Χορός
  1. κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόμυξον.