Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οἴμοι κακοδαίμων, στροῦθος ἁνὴρ γίγνεται·
  2. ἐκπτήσεται. ποῦ ποῦ ʼστί μοι τὸ δίκτυον;
  3. σοῦ σοῦ, πάλιν σοῦ. νὴ Δίʼ ἦ μοι κρεῖττον ἦν
  4. τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.
Σωσίας
  1. ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν,
  2. κοὐκ ἔσθʼ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι,
  3. τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην;
Βδελυκλέων
  1. ἀλλʼ ὦ πόνηρʼ ἥξουσιν ὀλίγον ὕστερον
  2. οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ
  3. τὸν πατέρα.
Σωσίας
  1. τίλέγεις; ἀλλὰ νῦν γʼ ὄρθρος βαθύς.
Βδελυκλέων
  1. νὴ τὸν Δίʼ, ὀψὲ γοῦν ἀνεστήκασι νῦν.
  2. ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦσʼ ἀεί,
  3. λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη
  4. ἀρχαῖα μελισιδωνοφρυνιχήρατα,